[ ]
Cilicia, E. — Anazarbos (Anavarza Kalesi) — 200-250 AD — AS 2 (1952) 127,1 — SEG 12.512; SEG 16.780; BE 1964.84; BE 1974.618
1 | Δημήτριος δὶς Σαλαμείνιος πένταθλο<ς>· |
τειμηθεὶς ὑπὸ τῶν κυρίων αὐτοκρατόρων | |
ξυσταρχίαις διὰ βίου. νεικήσας τρὶς Ὀλύμπ[ια] | |
κατὰ τὸ ἑξῆς ἀνδρῶν στάδιον καὶ δὶς πέν[τα]- | |
5 | θλον, καὶ τοὺς ὑπογεγραμμένους ἀγῶνας· |
ἐν Ἑλλάδι Παναθήνεα τὰ μεγάλα· Πύθια· Ἁδριάνε[ι]- | |
α Κομόδεια δὶς ἐν Ἐφέσῳ· Ἴσθμια δὶς ἱερόν· ἐν Νεα- | |
πόλει τῆς Ἰταλίας Σεβαστά, νεικήσας τοὺς ἀπο- | |
γραψαμένους πζʹ· Ζμύρναν· Ἀντιόχειαν κατὰ | |
10 | τὸ ἑξῆς τὸν Ἁδριάνειον καὶ τὸν Κομόδειον καὶ τὸν |
Εὐκράτους· Ἀναζάρβου τῆς μητροπόλεως Ἁδριάνειον | |
ἱερὸν δίς· Ταρσὸν δίς· κοινὸν Ἀσίας νεικήσας πέμ- | |
πτῳ ἁπλῷ Ὀπτᾶτον, ποιήσας αὐτῷ τετράκις | |
σύνδρομον· καὶ τοὺς ὑποτεταγμένους ἀγῶ- | |
15 | νας παντὸς κλίματος τῆς οἰκουμένης ταλαντιαί- |
ους καὶ ἡμιταλα[ντιαί]ους μζʹ· ὧν καὶ τὰς | |
πολιτείας ἔχει. |