[ ] Cilicia, E. — Anazarbos (Anavarza Kalesi) — Adana Mus. — 92-93 AD — ÖJh 18.1915.56
1 Αὐτοκ[ράτορι Καί]σ[α]ρι θεοῦ Οὐεσπασιανοῦ υἱῷ
〚Δομιτιανῶι〛 Σεβαστῶι Γερμανικῶι ἀρχιερεῖ μεγίστωι,
δημαρχικῆς ἐξουσίας τὸ ιβʹ, αὐτοκράτορι τὸ κβʹ, ὑπάτωι τὸ ϛιʹ, τει-
μητῇ διὰ βίου, πατρὶ πατρίδος Διονύσωι Καλλικάρπωι Λούκιος
5 Οὐαλέριος Λουκίου υἱὸς Κολλείνα Νίγερ δημιουργήσας καὶ ἱερασάμενος
θεᾶς Ῥώμης καὶ Λούκιος Οὐαλέριος Λουκίου υἱὸς Κολλείνα Οὐᾶρος Πωλλίων
ἱερασάμενος θεοῦ Τίτου Καίσαρος Σεβαστοῦ καὶ δημιουργήσας καὶ ἱε-
ρασάμενος θεᾶς Ῥώμης τὸν ναὸν ἀντὶ τῶν ἱερωσυνῶν καὶ δημιουρ-
γίδων, καθὰ ὑπέσχοντο τῷ δήμῳ πατὴρ καὶ υἱός, ἐκ τῶν ἰδίων.
10 Κοΐντος Γέλλιος Λόνγος πρεσβευτὴς καὶ ἀντιστράτηγος
αὐτοκράτορος 〚Δομιτιανοῦ〛 Καίσαρος Σεβαστοῦ Γερμανικοῦ καθιέρωσεν.
Search Help
Contact Us