[ ]
Cilicia, E. — Anazarbos (Anavarza Kalesi) — 90-91 AD — AS 2 (1952) 149,A.1
1 | [Αὐτοκρ]άτορι 〚Καίσαρι Δομιτι〛- |
〚ανῶι〛 θεοῦ Οὐεσπασιανοῦ υἱῶι | |
[Σε]βαστῶι Γερμανικῶι ἀρχιερεῖ | |
μεγίστωι, δημαρχικῆς ἐξουσίας | |
5 | τὸ ιʹ, αὐτοκράτορι τὸ κβʹ, ὑπάτωι τὸ |
ιεʹ, πατρὶ πατρίδος, τειμητῆι διὰ βίου, | |
Καισαρέων ὁ δῆμος Σεβαστὸν ὑδραγωγῖον. |