Funerary epigram for Crispius, son of Tertia and Dionysios.  Oblong sandstone tablet.
[ ] Kypros — Nea Paphos (Kato Pafos) — Roman period — LBW 3.2790 — GVI 857
1 [Κρί]σπιον εἰκοσέτη χρησέω[ι(?) —]ΟϹ[— — —]
μ[ουν]ογενῆ τοκέων βάκτρον ἓν ἀμφοτέρων
ὤλεσε συνθραύσας δαίμων βαρύς, οἱ δὲ φέρονται
ἀσκείπωνι γονῆι γῆρας ἐρειδόμενοι,
5 Τερτία ἠδ’ ὁ τάλας Διονύσιος οὓς ἀτέκμαρτος
δεῖγμα Τύχη θνητοῖς θῆκεν ἀνωμαλιῶν̣·
ἦ ῥα θεοῖς οὐκ ἔστι βροτῶν λόγος, ἀλλ’ ἅτε θῆρες,
αὐτομάτωι ζωῆι κυρόμεθ’ ἢ θανάτωι.
Search Help