[ ] Att. — non-stoich. — c. 188/7
1 [ἐπὶ Συμμάχου ἄρχοντος ἐπὶ τῆς — — — δεκάτης πρυ]τανείας, ἧι Ἀρχικλῆς [Θε]-
[οδώρου Θορίκιος ἐγραμμάτευεν· Μουνιχιῶνος ἑνδε]κάτει, ὀγδόει καὶ δεκάτει τῆς πρυ-
[τανείας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν πρ]οέδρων ἐπε[ψή]φιζεν Λακράτης [Μέ]ντο-
[ρος ․․․c.11․․․․ καὶ συμπρόεδροι· ἔδοξεν τῶ]ι δήμωι· v Δημήτριος Κτήσωνος Προβαλ-
5 [ίσιος εἶπεν· ἐπειδὴ Ἀλέξανδρος τιμ]ώμενος ὑπὸ τοῦ βασιλέως Πτολεμαίου καὶ ὢν ἐν
[προαγωγῆι μεγάληι εὔνους ἐσ]τὶν κοινεῖ τε τῶι δήμωι καὶ καθ’ ἱδίαν τοῖς ἀφικνουμέ-
[νοις τῶν πολιτῶν εἰς Ἀλεξάν]δρειαν καὶ Κυρήνην ἀγαθοῦ τινος ἀεὶ παραίτιος γ-
[ενόμενος ἐκάστωι αὐτῶν καὶ περὶ τ]ούτων αὐτῶι πλείους ἀπομεμαρτυρήκασιν· ἵνα οὖν
[καὶ ὁ δῆμος φαίνηται χάριτας] ἀξίας ἀποδιδοὺς τοῖς εἰς ἑαυτὸν φιλοτιμουμένοις [καὶ]
10 ․․․․․․․․․․c.24․․․․․․․․․․οις v ἀγαθεῖ τύχει δεδόχθαι τῶι δήμωι, ἐπαι[ν][σαι]
[Ἀλέξανδρον ․․․․․c.15․․․․․․]ώτην καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι [κατὰ]
[τὸν νόμον φιλοτιμίας ἕνεκεν τῆ]ς εἰς τὸν δῆμον τὸν [Ἀθ]ηναίων καὶ τὸν βασιλέα Π[το]-
[λεμαῖον καὶ ἀνειπεῖν τὸν στέφα]νον Διονυσίων τε τῶν ἐν ἄστει τραγωιδῶν τῶι και-
[νῶι ἀγῶνι καὶ Παναθηναίων καὶ Ἐ]λευσινίων καὶ Πτολεμ[αί]ων τοῖς γυμνικοῖς ἀγῶσιν,
15 [τῆς δὲ ἀναγορεύσεως τοῦ στεφά]νου ἐπιμεληθῆναι τοὺς στρατηγούς· εἶναι δὲ Ἀλε-
[ξάνδρωι καὶ εἰς τὸ λοιπὸν ἀποδεικ]νυμένωι τὴν εὔνοιαν εὑρέσθαι καὶ ἄλλο ἀγαθὸν πα-
[ρὰ τοῦ δήμου ὅτου ἂν δοκῆι ἄξιος εἶ]ναι· ἵνα δὲ καὶ ὑπόμνημα ὑπάρχηι τῶν γε〚γε〛γονότων {²⁶γεγονότων}²⁶
[αὐτῶι ὑπὸ τοῦ δήμου φιλανθρώπ]ων, ἀναγράψαι τόδε τὸ ψήφισμα τὸν vacat
[γραμματέα τὸν κατὰ πρυτανείαν] ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν ἀκροπόλει, εἰς δὲ τὴ[ν]
20 [ἀναγραφὴν καὶ ἀνάθεσιν τῆς σ]τήλης δοῦναι τὸν ταμίαν τῶν στρατιωτικῶν τὸ γε-
[νόμενον ἀνάλωμα].
Search Help