1 | [ἐπὶ Συμμάχου ἄρχοντος ἐπὶ τῆς — — — δεκάτης πρυ]τανείας, ἧι Ἀρχικλῆς [Θε]- |
[οδώρου Θορίκιος ἐγραμμάτευεν· Μουνιχιῶνος ἑνδε]κάτει, ὀγδόει καὶ δεκάτει τῆς πρυ- | |
[τανείας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν πρ]οέδρων ἐπε[ψή]φιζεν Λακράτης [Μέ]ντο- | |
[ρος ․․․c.11․․․․ καὶ συμπρόεδροι· ἔδοξεν τῶ]ι δήμωι· v Δημήτριος Κτήσωνος Προβαλ- | |
5 | [ίσιος εἶπεν· ἐπειδὴ Ἀλέξανδρος τιμ]ώμενος ὑπὸ τοῦ βασιλέως Πτολεμαίου καὶ ὢν ἐν |
[προαγωγῆι μεγάληι εὔνους ἐσ]τὶν κοινεῖ τε τῶι δήμωι καὶ καθ’ ἱδίαν τοῖς ἀφικνουμέ- | |
[νοις τῶν πολιτῶν εἰς Ἀλεξάν]δρειαν καὶ Κυρήνην ἀγαθοῦ τινος ἀεὶ παραίτιος γ- | |
[ενόμενος ἐκάστωι αὐτῶν καὶ περὶ τ]ούτων αὐτῶι πλείους ἀπομεμαρτυρήκασιν· ἵνα οὖν | |
[καὶ ὁ δῆμος φαίνηται χάριτας] ἀξίας ἀποδιδοὺς τοῖς εἰς ἑαυτὸν φιλοτιμουμένοις [καὶ] | |
10 | ․․․․․․․․․․c.24․․․․․․․․․․οις v ἀγαθεῖ τύχει δεδόχθαι τῶι δήμωι, ἐπαι[ν]έ[σαι] |
[Ἀλέξανδρον ․․․․․c.15․․․․․․]ώτην καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι [κατὰ] | |
[τὸν νόμον φιλοτιμίας ἕνεκεν τῆ]ς εἰς τὸν δῆμον τὸν [Ἀθ]ηναίων καὶ τὸν βασιλέα Π[το]- | |
[λεμαῖον καὶ ἀνειπεῖν τὸν στέφα]νον Διονυσίων τε τῶν ἐν ἄστει τραγωιδῶν τῶι και- | |
[νῶι ἀγῶνι καὶ Παναθηναίων καὶ Ἐ]λευσινίων καὶ Πτολεμ[αί]ων τοῖς γυμνικοῖς ἀγῶσιν, | |
15 | [τῆς δὲ ἀναγορεύσεως τοῦ στεφά]νου ἐπιμεληθῆναι τοὺς στρατηγούς· εἶναι δὲ Ἀλε- |
[ξάνδρωι καὶ εἰς τὸ λοιπὸν ἀποδεικ]νυμένωι τὴν εὔνοιαν εὑρέσθαι καὶ ἄλλο ἀγαθὸν πα- | |
[ρὰ τοῦ δήμου ὅτου ἂν δοκῆι ἄξιος εἶ]ναι· ἵνα δὲ καὶ ὑπόμνημα ὑπάρχηι τῶν γε〚γε〛γονότων {²⁶γεγονότων}²⁶ | |
[αὐτῶι ὑπὸ τοῦ δήμου φιλανθρώπ]ων, ἀναγράψαι τόδε τὸ ψήφισμα τὸν vacat | |
[γραμματέα τὸν κατὰ πρυτανείαν] ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν ἀκροπόλει, εἰς δὲ τὴ[ν] | |
20 | [ἀναγραφὴν καὶ ἀνάθεσιν τῆς σ]τήλης δοῦναι τὸν ταμίαν τῶν στρατιωτικῶν τὸ γε- |
[νόμενον ἀνάλωμα]. |
IG II²
891