[ ]
Lakonike — Sparta — Roman period
1 | Φαῦστε, χα̣ῖρε, ζήσας #⁵⁶ ἔτη #⁵⁶ μ̣ʹ. |
Ἅγνη μὲν μήτηρ με λοχεύσα- | |
το παῖς ἔτι κεδνή #⁵⁶ πρώτας | |
ὠδεῖνας ῥηξαμένα λαγόνων̣· | |
5 | Φαῦστον δ’ ὠνόμασέν με πα- |
τὴρ ἰδίης ἀπὸ μητρός #⁵⁶ γίνατο | |
δ’ ἠϊθέους τηλυγέτην τε κόρην. | |
πένθος δ’ οὔτι ἑκὼν καὶ λύπην | |
δῶκα τεκούσῃ #⁵⁶ μοῖρα̣ γὰρ οὐδὲ | |
10 | γονὴν οὐλομένη πόρε μοι #⁵⁶ |
ἀ̣λλά με νηλειῶς τρισσῶν ἥρ- | |
παξεν ἀδελφῶν #⁵⁶ μητρός τε | |
γλυκερῆς κουριδίης τ’ ἀλόχου. |