[ ] Lakonike — Sparta — Roman period
1 Φαῦστε, χα̣ῖρε, ζήσας #⁵⁶ ἔτη #⁵⁶ μ̣ʹ.
Ἅγνη μὲν μήτηρ με λοχεύσα-
το παῖς ἔτι κεδνή #⁵⁶ πρώτας
ὠδεῖνας ῥηξαμένα λαγόνων̣·
5 Φαῦστον δ’ ὠνόμασέν με πα-
τὴρ ἰδίης ἀπὸ μητρός #⁵⁶ γίνατο
δ’ ἠϊθέους τηλυγέτην τε κόρην.
πένθος δ’ οὔτι ἑκὼν καὶ λύπην
δῶκα τεκούσῃ #⁵⁶ μοῖρα̣ γὰρ οὐδὲ
10 γονὴν οὐλομένη πόρε μοι #⁵⁶
ἀ̣λλά με νηλειῶς τρισσῶν ἥρ-
παξεν ἀδελφῶν #⁵⁶ μητρός τε
γλυκερῆς κουριδίης τ’ ἀλόχου.
Search Help