[ ]
Lakonike — Sparta — 2nd c. BC
1 | μητρὸς καὶ θυγατρὸς παιδός τ’ ἔτι τύμβος ὅδ̣’ εἰμί, ❦ οἳ λάχον ὠκίστην ἀτραπὸν εἰς Ἀΐδην. ❦ ὧν ὁ μὲν ἐν κούρο<ι>- |
σιν Ἀλεξάνωρ ἐκαλεῖτο, ❦ ἡ δ’ Ὑγίεια, γάμου πρόσθεν ἀποφθιμένη· ❦ ἄρρενι δ’ ἠϊθέῳ παιδείην ὤπασε Μοῦσα, ❦ ἣν Ἀΐδης φθο- | |
νερὸς νόσφισεν α̣ὐξομένου. ❦ καὶ μήτηρ μὲν ἔχει παῖδας δύο, τρισσὰ δὲ πένθη ❦ νῦν κλαίει γαμέτης ἄμμιγα καὶ γενέτη̣[ς]. |