[ ] Lakonike — Sparta — late 3rd/2nd c. BC
1 τόνδε ποτὲ Σπάρτα Βότριχον, ξένε, πολλὸν ἄριστον
ἀνδρῶν αἰχματᾶν ἔτρεφεν ἁγεμόνα
κυδαίνοντ’ ἀρετὰν Λακεδαίμονος, ἅ̣ν ποτ’ ἐτίμα
ἀλκαῖς Ἑλλάνων ἔξοχα ῥυόμενος.
5 νῦν δέ νιν Ἀρκαδίας ἀπὸ πατρίδος ὧδε θανόντα
κουριδία Τιμὼ τύμβωι ἔκρυψε ἄλοχος.
Search Help