Letter of Antiochus VIII to Ptolemy Alexander and to Seleukeia in Pieria.
White marble stele.
[ ]
Kypros — Palaipaphos (Kouklia) — Sanct. of Aphrodite — 109 BC — JHS 9 (1888) 229, 14 — OGIS 1.257 — GIBM IV,2 970
1 | [β]ασιλεὺς Ἀντίοχος βασιλεῖ Πτολεμαίωι τῶι καὶ |
[Ἀλ]εξάνδρωι τῶι ἀδελφῶι χαίρειν· εἰ ἔρρωσαι εἴη ἂν ὡς βου- | |
[λόμ]ε̣θα· καὶ αὐτοὶ δὲ ὑγιαίνομεν καὶ σοῦ ἐμνημονεύομεν | |
[φιλοσ]τ̣όργως. Σελευκεῖς τοὺς ἐν Πιερίαι τῆς ἱερᾶς καὶ ἀσύλου | |
5 | [ἐξ ἀρχῆς] μὲν τῶι πατρὶ ἡμῶν προσκληρωθέντας καὶ τὴν |
[πρὸς αὐτ]ὸν εὔνοιαν μέχρι τέλους βεβαίαν συντηρήσαν- | |
[τας ἐμμείνα]ντας δὲ καὶ τῇ πρὸς ἡμᾶς φιλοστοργίαι καὶ ταύ- | |
[την διὰ πολλῶ]ν καὶ καλῶν ἔργων καὶ μάλιστ’ ἐν τοῖς ἐπει- | |
[ληφόσιν ἀναγκαι]οτάτοις καιροῖς ἀποδειξαμένους καὶ κ<α>- | |
10 | [τὰ τὰ ἄλλα μεγαλ]οψύχως καὶ αὐτῶν ἀξίως ἐπαυξήσ<α>ντες |
[εἰς ἐπιφανέστερον πρ]οηγάγομεν ἀξίωμα· καὶ νυνὶ δὲ τῆς πρώ- | |
[της καὶ μεγίστης εὐεργ]εσίας καταξιῶσαι σπουδάζοντες | |
[αὐτοὺς ἐκρίναμεν ἡμεῖς ε]ἰ̣ς τὸν ἅπαντα χρόνον ἐλευθέρους | |
[εἶναι, καὶ περιελάβομεν αὐτοὺ]ς αἷς ἐποιησάμεθα πρὸς ἀλλη- | |
15 | [λοὺς συνθήκαις, νομίζοντες οὕ]τ̣ως καὶ τὸ πρὸς τὴν πατρίδα |
[εὐσεβές τε καὶ μεγαλομερὲς ἡμῶν] ἐκφανέστερον ἔσεσθαι. | |
[ὅπως δὲ καὶ σὺ τὰ συγχωρηθέντα παρα]κολουθῆς, καλῶς ἔχειν | |
[ἔδοξεν ἐπιστεῖλαί σοι. ἔρρω]σθε. (ἔτους) γσʹ. Γορπιαίου κθʹ. | |
[βασιλεὺς Ἀντίοχος Σελευκέων τ]ῶν ἐν Πιερίαι τῆς ἱε- | |
20 | [ρᾶς καὶ ἀσύλου τοῖς ἄρχουσι καὶ τῆι βο]υλῇ καὶ τῶι δήμωι |
[χαίρειν· εἰ ἔρρωσθε ὑμεῖς καὶ ἡ πόλις, εἴη ἂ]ν ὡς βουλόμε- | |
[θα. ἐπέμψαμεν ὑμῖν ἀντίγραφον τῆς τε ἐπιστολ]ῆς ἧς γε- | |
[γράφαμεν πρὸς βασιλέα Πτολεμαῖον καὶ τῆς πρὸς τὴν Ῥ]ωμαί- | |
[ων σύγκλητον, ἵνα — — — — — — — — — — — — — παρα]κολου- | |
25 | [θῆτε — — — — — — — — — — — — — — — — — — — — — — —] |