Honorific decree for Meniskos, son of Theodoros.  Marble stele; four relief crowns above the inscription.
[ ] Scythia Minor — Istros-Histria? [found in reuse at Pliska] — ca. 200 BC — Jubilaeus V. Sbornik M. Tačeva (2002) 280-284 — A. Avram, per litt. to SEG (preliminary text)
corona}²  {²corona}²  {²corona}²  {²corona
ἔδ[οξε τ]ῆι βουλῆι καὶ τῶι δήμωι ἐπιμηνιε[ύοντος]
Διοσ[κο]υ̣ρ̣ί̣δ̣ου τ̣οῦ̣ Ἀ̣ρ̣[ι]σ̣τοκλέου̣[ς· ο]ἱ ἄρχοντε[ς εἶπαν]·
ἐπε̣ιδ̣ὴ̣ Μενίσκος Θ̣ε̣οδώρου ἀνὴρ καλὸς κα[ὶ ἀγαθὸς]
ὢν διατελεῖ περὶ τὴμ πόλιν καὶ τοὺς πολίτ[ας καὶ]
5 πρόθυμον ἑαυτὸμ παρεχόμενος ἐμ πᾶ[σι τοῖς]
τῆς πόλεως καιροῖς, ἔν τε ταῖς ἀρχαῖς κ[αὶ ταῖς]
ἐπιμελείαις καὶ [πα]ρ̣εδ̣ρείαις, ἔτι δὲ πρε̣[σβείαις]
καὶ συνεδρείαις φιλότιμός ἐστι λέγω[ν καὶ]
πράσσων διὰ παντὸς τὰ βέλτιστα τ[ῶι δήμωι]·
10 [ἱ]ππάρχης τε γενόμενος ἐπὶ τῆς χ[ώρας διε]-
τήρησ̣εν̣ τὰ ὑπάρχοντα τῶμ πολιτῶ[ν ἀσφαλῶς]
πλείστοις πολεμίοις ἄντα διαγωνισάμ[ενος]
αὐτὸς καὶ σ̣υ̣μ̣[π]αρὼν π̣α̣ρ̣έδωκε τῶι δ̣[ήμωι]·
συγκεκλειμένων τε τῶμ πολιτῶν δ̣[ιαπο]-
15 σταλεὶς π̣[άλιν] διὰ πολεμίας πρὸς Ἄτην̣ [καὶ τοὺς]
Σκίρους, οὐθένα κίνδυνον ὑπολογισάμε[νος πολλὰ]
ἔπραξε συμφέροντα τῶι δήμωι· ἐπιβουλ[ευσάντων]
τε τῆι πόλει αὐτῶν πα̣ρ̣αγενόμενος ἐν[έδειξε]
τῶι δήμωι τὴν ἐπιβουλὴν αὐτῶγ καὶ τὴν ἐ[σομένην]
20 π<ε>ρίστασιν φυλαξαμένωμ μηθὲγ γενέ[σθαι]·
[— — c. 10 — —] π̣ε̣ρὶ τοὺς πολίτας φαινόμεν[ος ․․․]
[․․․․․․․] ἔ̣πε̣ισ̣ε τόπον τε διδό[ν]αι κ̣α̣[ὶ — c. 7 —]
[π]αρὰ τῆς πόλε[ω]ς ἐ[π]ιλαμβάνοντα̣ [χρ]υσοῦς [e.g., ἑξα]-
[κο]σίους, ὅπως χρηματίζηι ἐ[— — — c. 14 — — —]
25 [κα]τὰ τὸ διάγραμμα συμβουλεύσασθ[αι ἔν τε τῶι]
[συ]νεδρίωι καὶ ἐν τῆι ἐκκλησία[ι — — c. 12 — —]
[ἔπει]σε τὸν δῆμον διὰ παρεκβάσ[ει]ς ν̣ε[ῶσαι τὴν]
[φιλ]ί̣αν, παρ’ ὃ συνέβη μὴ τ̣ελ̣οῦ[ντα τ]ὸ̣ν̣ [δῆμον ἡ]-
[μῶ]ν̣ ἄ̣λλ<ω>ν περιγενέσθαι τ[ῶ]ν ἐ[ν] Ἑλλά[δι ἐχόντων]
30 [τε]λεῖν ἐν τοῖς ἔτεσιν π[λ]ε[ιόνοις] χρυσ[οῦς χιλίους]
κ[α]ὶ ἐνακοσί[ο]υς· ἄλλα τε περιεποίησε [τ]ῆι [πόλει]
[ε]ὐκόλ<ω>ς συμβουλεύων· τὸ <θ’> ἱε̣ρ̣ὸ[ν][π]οικοδ[ομήσας]
[ἔ]δωκεν αὐτῶι [τ]ιμὰς καὶ [․․․․․․․]ν̣τος [— c. 7 —]
[κ]α̣ὶ̣ ἐξα[φ]ε̣ῖναι ἀγορᾶς· ἐπιμ̣ε̣λ̣[ητής τ]ε σίτο[υ γενό]-
35 μενος πλεονάκις σῖτομ [ἠ]γόρα[σ]ε κ̣α̣τ̣ὰ̣ [δύναμιν]
εἰς τροφὴν ἱκανὸν καὶ [πολὺ εὐδ]ο̣κίμησ[εν ἀξίως]
καὶ τῆς ἐντολῆς ταύ[της τ]ε φιλοτίμω[ς τε καὶ]
δικαίως· ἐφ’ οἷς ὁ δῆμος [ἐ]π̣[εκέλ]ε̣υ̣σ̣ε̣[ν — c. 7 —]
[π]ερί τε τῆς σιτ{Ο}ομετρί[α]ς {²⁶σιτομετρίας}²⁶ [ἐπ’] ἴσην ἐ[φρόντισε]
40 ὅπως συμμείνωσιν [ἐ]γ [κηδ]ε̣μονίαι, ὑ̣π̣[άρξηι δὲ]
τροφὴ καὶ γυναιξὶ [καὶ τέκν]ο̣ις, καθάπ[ερ καὶ τοῖς]
λοιποῖς πολίταις· π̣ρ̣ός τε τὸ συμμε̣[τέχειν τῆς]
ἐργασίας τῶμ π̣ο̣[λιτῶν — c. 6 —]ΑΤ̣Α[— c. 7 —]
γεωργοῖς πλεονάκι̣[ς — c. 5 —]Ε̣Ν̣[․․]Ο ἐργ[— c. 7 —]-
45 ρισμένη κ<υ>ρ̣ί̣α ἐγγρα̣φ̣ή̣· [δεδόχθαι τῆι βουλῆι καὶ]
[τ]ῶι δήμωι· ἐπαινέ[σ]αι ἐπὶ [τ]ούτοις Μενίσ[κον]
[κ]αὶ ἀναγράψαι εὐεργ[έ]τ̣η̣[ν το]ῦ̣ δ̣ή̣μου· σ̣τ̣ε̣[φανοῦσθαι]
[δ]ὲ αὐτὸγ καὶ ἐκγόνους αὐ[τοῦ ἐν] τοῖς ἀγῶσι [χρυσῶι]
[σ]τεφάνωι δι’ ἀνδραγαθ[ίαν καὶ εὔν]οιαν τὴν α[ὐτοῦ]·
50 [σ]τῆσαι δὲ αὐτοῦ εἰ[κό]να [χαλκῆ]ν ἐν τῆι ἀ[γορᾶι καὶ]
γράψαι τὸ ψήφισμα εἰς [τὴ]μ βάσι[ν]· ἐπὶ δὲ τού[τοις καὶ]
ἀναγράψαι τὸ ψήφισμα τοὺς ἡγεμόνας εἰ[ς στήλην]
καὶ ἀναθεῖναι ἐ̣ν τ̣ῶ̣[ι ἱ]ε[ρῶι] τοῦ Ἀπόλλωνος· τ[ὸ δ’ ἀνάλωμα]
δοῦναι τὸν ταμίαμ· μερίσ̣αι δὲ τοὺς μεριστά[ς· εἶναι δὲ]
55 αὐτῶι καὶ εἰς ἐπανόρθωσιν τῶν ἰδίων καὶ εἰ[ς θυσίαν]
χρυσοῦς τριακοσίους, ὅπως καὶ οἱ λοιποὶ φιλ[οτιμότεροι]
γίνωνται εἰδότες ὅτι ὁ δῆμος τιμᾶι τοὺ[ς ἀγαθοὺς]
τῶν ἀνδρῶν ἅπαν [ἀποδιδοὺ]ς ἀξίως τῶν εὐε[ργετημάτων]
Search Help
Contact Us