Funerary epigram for Lillas, son of Bassianus.  Limestone pedimental stele with akroteria and relief.
[ ] Scythia Minor — Tomis (Constanța) — late 3rd/early 4th c. AD — IScM II 384 — Horos 10-12 (1992-1998) 464-467 (A. Avram, M. Bărbulescu, V. Georgescu)
See also:
above relief.1                    ὑπόμνημα.
below relief.pater.2 οὐδὲν ἐπ’ ἀνθρώποις, Μύραις δ’ ὕπο
              πάντα κυκλεῖται· |
καὶ γὰρ ἐγὼ σπεῦδον θρέψαι τέκνον
5               καὶ εἰς ἐλπίδας ἄγεσθαι, |
ἀλλ’ ἐμέο βουλὴν κρίσις ἔφθασεν
              οὕνεκα τυμβῶ· |
filius.8 ὡς κρίσις ἐσ[τί], φίλοι, Μούρῃ τὸ
              χρε[ὼν] ἀπέτισα, |
10 πρίν μ[ε] μολεῖν μέτρον ἡλικίης
              καὶ εἰς ἄνδρας ἥκεσθαι, |
παῖς ὢν ἑξαέτης, τυτθὸς νέκυς·
              Λίλλας ἐκαλούμην· |
pater.14 ὧι τάφον οὐχ ὁσίως Βασσιανὸς
15               γενέτης ἀνέγειρα, |
σὺν γαμετῇ Ἰανβαρίᾳ τῇ πολυ-
              δακρυτάτῃ, ❦ |
μυρόμενοι παιδὸς τὴν
              ἀπαθῆ γένεσιν· ❦ |
20      χαίροις, ὦ παροδεῖτα,
     καὶ ὑγιένοις πάλιν ❦
                  ἄλλος. ❦
Search Help
Contact Us