[ ] Lakonike — Sparta — early 3rd c. AD
1 Πονπ<ω>νίαν Καλλ<ι>-
στονείκην Ἀριστ[έ]-
ου ἱέρειαν διὰ β̣ίου κ̣[αὶ]
διὰ γένους τῆς ἐ̣πιφ[ανε]-
5 στάτης θεοῦ Ἀρτέμιδ[ος]
Ὀρθείας κα̣<ὶ> τῶν συνκ[α]-
θειδρυμένων αὐτῇ θ[ε]-
ῶν, καὶ Μοιρῶν Λαχέσεων κ[αὶ]
Ἀφροδείτης Ἐνοπλίου̣
10 καὶ Ἀσκληπιοῦ Σχοινάτα ἐ[ν]
τῷ Ἕλει καὶ Ἀρτέμιδος Πα-
τριώτιδος ἐν Πλείαις καὶ Δ̣[ιο]-
σκούρων καὶ τοῦ ἀγῶνο[ς]
τῶν σεμν<ο>τάτων Διοσκο̣[υ]-
15 ρείων, προσδεξαμένης τ[ὸ]
ἀνάλωμα τῆς ἀξιολογω[τά]-
της καὶ σωφρονεστάτη̣[ς]
μητρὸς αὐτῆς Κλα(υδίας) Πώλλη̣[ς]
   τῆς Εὐδάμου.
Search Help