[ ] Lakonike — Sparta — Roman period
1 [ἡ πόλις]
τὴν σεμνοτάτην καὶ
φιλοσοφωτάτην καὶ
εὐγενεστάτην Ἡρά-
5 κλειαν Τεισαμενοῦ
παρὰ τῇ ἁγιωτάτῃ Ὀρ-
θίᾳ Ἀρτέμιδι ἱδρύσα-
το, ἀρετῆς πάσης καὶ σω-
φροσύνης καὶ εὐ-
10 σεβείας ἕνεκα, προσ-
δεξαμένου τὸ ἀνά-
λωμα τοῦ προσφιλε-
στάτου ἀνδρὸς αὐτῆς
Μάρ(κου) Αὐρ(ηλίου) Εὐτυχιανοῦ  ❦
15 τοῦ Ͻ. ἄλλην Πηνελό-
πειαν ἐγείνατο κυδαλίμη
χθὼν Σπάρτη, Τισαμενοῦ
θεσπεσίου θύγατρα· τοίη
μῆτιν ἔην ἠδ’ ἤθεα καὶ νόο(ν)
20 ἐσθλὸν ἔργα τ’ Ἀθηναίης
ἠδὲ σαοφροσύνην #⁵⁶ ταύ-
τῃ καὶ γένος ἔσχες ἐτήτυ-
μον, Ἡράκλεια #⁵⁶ Ἡρακλέους
Φοίβου πρὸς δ’ ἔτ’ [ἀπ’ Ἰ]α̣<μ>[ι]-
25 δῶν #⁵⁶ οἵ σ’ Ἑκάτ<η>[ς κρυε]-
ραῖσιν ἀνηρείψα[ντο θυέλλ]-
α̣ις #⁵⁶ αὐτοκασιγν̣[ήτην]
θᾶκον ἐς <ἀ>θ̣<α>[νάτων].
Search Help