Proxeny decree for Proteas. Pedimental stele of local marble, broken at the top and bottom.
[ ]
Euboia — Eretria — ca. 260-250 BC — SEG 49.1188; BE (2002) 335
1 | οἱ̣ πρόβουλοι εἶπον· ἐπειδὴ Πρωτέ- |
ας καὶ πρότερον ὅπως αἱ ἀρχαιρεσί- | |
αι κατὰ τοὺς νόμους γίνωνται τῶι δή- | |
μωι πρός τε Ἀλέξανδρον καὶ Διοσκουρί- | |
5 | δην συνέπραττεν καὶ νῦμ πάλιγ χρήμα- |
τ̣α̣ τῆι πόλει ἐγ καιρῶι καὶ αὐτὸς ἐδάνεισεν | |
καὶ τῶμ ἄλ̣λωμ φίλων συμπαρεσκεύα- | |
σεν, δεδόχθαι τῶι δήμωι· εἶναι Πρωτέαν | |
Θεοκλ̣ε̣ίδου πρόξενον καὶ εὐεργέτην | |
10 | Ἐρετριέων αὐτὸγ καὶ ἐκγόνους, εἶναι |
δὲ αὐτῶι καὶ ἔγκτησιν γῆς καὶ οἰκίας | |
κατὰ τοὺς νόμους καὶ <ἀτέλειαγ καὶ> εἰσάγοντι {²vac.}² | |
καὶ ἐξάγοντι καθάπερ τοῖς ἄλλοις | |
Ἐρετριεῦσιγ καὶ ἀσυλίαγ καὶ εἰρή- | |
15 | νης κ̣αὶ πολέμου· ἀναγράψαι δὲ {²vac.}² |
τόδε τὸ ψήφισμα ἐν στήληι λι%⁸¹- | |
[θί]νηι καὶ στῆσαι ἐν τῶι ἱερῶι | |
τοῦ Ἀπόλλωνος· εἰς δὲ τὴν ἀ%⁸¹- | |
[να]γράφὴν δ̣[οῦναι τὸ] ἀ̣νάλω%⁸¹- | |
20 | [μα τὸ ἐ]σ̣[όμενον τὸν ταμίαν· {²vacat?}²] |