[ ] Lakonike — Sparta — ca. 190 AD
1                      ἡ πόλις
<Μ>(ᾶρκον) ∙ Αὐρήλιον ∙ Χρυσόγονον ∙ τὸν ἱερέα ∙ τῆς
{τῆς} ∙ τε ∙ κατὰ ∙ τὴν ∙ γυμνασιαρχίαν λαμ-
πρ<ότ>ητος ∙ καὶ ∙ τῆς ∙ τῶν ∙ Λυκουργείων <ἐ>-
5 θ̣ῶν ∙ προστασίας ∙ τῆς τε ἄλλης ∙ συνπάσης
ἀρετῆς ∙ ἕνεκεν ∙ δεξαμένων ∙ τὸ ἀνά-
λωμα ∙ τῶν ∙ τέκνων ∙ αὐτοῦ Σωφροσύ-
          να<ς> ∙ καὶ ∙ Σωτηρίδα.
Search Help
Contact Us