[ ] Lakonike — Sparta — late 2nd/3rd c. AD
1        ἡ πόλις
Μ(ᾶρκον) Αἴλιον Λεοντᾶν γυμνα-
σίαρχον τά τε ἄλλα καλῶς
πολιτευσάμενον καὶ μάλι-
5 στα τὴν γυμνασιαρχίαν φι-
λοτείμως καὶ μεγαλοπρε-
πῶς ἐκτελοῦντα καὶ τῆς
ἄλλης ἀρετῆς χάριν, προσ-
δεξαμένου τὸ ἀνάλωμα
10 Ποπλίου Αἰλίου Δαμοκρα-
τίδα τοῦ Ἀλκανδρίδα ἀρχι-
ερέως τοῦ Σεβαστοῦ
καὶ τῶν θείων προγό-
νων αὐτοῦ, φιλοκαίσα-
15 ρος καὶ φιλοπάτριδος, αἰ{#⁷}-
ωνίου {²⁶αἰωνίου}²⁶ ἀγορανόμου, πλει-
στονείκου παραδόξου
καὶ ἀρίστου Ἑλλήνων,
πρέσβεως νομοφυλά-
20     κων.
Search Help
Contact Us