[ ] Lakonike — Sparta — reign of Caracalla
1         ἡ πόλις
Γά(ϊον) Ἀσίννιον Λεωνίδην
Λέοντος, Αὐρ(ηλίου) Ἀσιννίου
Λέοντος σειτώνου
5 πατέρα, λαμπρῶς καὶ με-
γαλοψύχως συνπολει-
τευσάμενον τῷ υἱῷ
σειτωνοῦντι, προσ-
δεξαμένου τὸ ἀνάλω-
10 μα Μάρκου Αὐρηλίου
Φιλίππου ἀρχιερέως
γενομένου τοῦ Σεβα-
στοῦ, φιλοκαίσαρος
καὶ φιλοπάτριδος, υἱοῦ
15 πόλεως καὶ βουλῆς,
τοῦ βοαγοῦ.
Search Help
Contact Us