[ ]
Att. — Rhamnous — after 216/215 BC — PAE 1991[1994].33,7 — SEG 43.41; BE 1997.220
1 | [Δ]ημοκλῆς v Ζμικύθου v Εὐπυρίδης εἶπεν· ἐπειδὴ v Ἀντισθένης |
[ἐν] παντὶ καιρῶι διατελεῖ φιλοτιμούμενος εἰς τὴν βουλὴν καὶ v | |
[τὸ]ν δῆμον καὶ πρὸς τοὺς τεταγμένους Ἀθηναίων ἐν Ῥα%⁸¹- | |
[μ]ν̣οῦντι καὶ διδοὺς ἑαυτὸν ἀπροφασίστως εἰς τὰς πρεσβεί%⁸⁰- | |
5 | [α]ς καὶ τὰς λοιπὰς λειτουργίας εἰς ὅσας αὐτὸν ὁ δῆμος προχειρί- |
[ζε]ται, πολ<λ>ὰ τῶν χρησίμων ὠικονόμηκεν τεῖ πόλει· κατα- | |
[στ]α̣θεὶς δὲ καὶ ταμίας στρατιωτικῶν εἰς τὸν ἐνιαυτὸν τὸν | |
[ἐπὶ Ἁ]γνίου ἄρχοντος, ἐμέριζεν ταῖς τε λοιπαῖς δυνάμεσιν κα- | |
[τὰ μῆ]να τὸ γινόμενον ὀψώνιον καθάπερ αὐτῶι προσέτατ- | |
10 | [τον οἱ] νόμοι καὶ τὰ ψηφίσματα καὶ Ἀθηναίων τοῖς τεταγμέ%⁸¹- |
[νοις ἐ]ν Ῥαμνοῦντι πρὸς πάντας φιλότιμον ἑαυτὸν παρασκευ- | |
[άζω]ν· ὅπως ἂν οὖν καὶ Ἀθηναίων οἱ τεταγμένοι ἐν Ῥαμνοῦντι | |
[φαί]νωνται χάριν ἀποδιδόντες τοῖς εἰς ἑαυτοὺς φιλοτιμου%⁸⁰- | |
[μ]ένοις, ἀγαθεῖ τύχει· δεδόχθαι Ἀθηναίων τοῖς τεταγμένοις | |
15 | [ἐν] Ῥαμνοῦντι ἐπαινέσαι Ἀντισθένην v Ἡλιοδώρου Διομέα |
[καὶ] στεφανῶσ̣αι χρυσῶι στεφάνωι εὐνοίας ἕνεκεν καὶ φιλο%⁸⁰- | |
[τιμία]ς ἣν ἔχων διατελεῖ πρός τε τὴν βουλὴν καὶ τὸν δῆμον καὶ | |
[Ἀθη]ναίων τοὺς τεταγμένους ἐν Ῥαμνοῦντι· τῆς δὲ ποιήσεω[ς] | |
[τοῦ] στεφάνου ἐπιμεληθῆναι τοὺς αἱρεθέντας καὶ ἀναγρά%⁸⁰- | |
20 | [ψαι] τ̣όδε τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ στῆσαι οὗ ἂν αὐ%⁸¹- |
[το]ῖς φαίνηται, τὸ δὲ γενόμενον ἀνάλωμα μερίσαι ἐκ τοῦ κοινοῦ· | |
[οἵδ]ε εἱρέθησαν, v Δημοκλῆς v Εὐπυρίδης, v Ἀντιφάνης v ἐξ Οἴου, | |
[Τι]μοκράτης v Οἰῆθεν, vv Πειθαγόρας v Ἁλαιεύς. {²vacat}² | |
Ἀθηναίων οἱ στρα- | |
25 | τευόμενοι Ῥαμνοῦντι |
Ἀντισθένην |