[ ] Att. — Rhamnous [EM 13100] — 215/214 BC — ArchEph (1953/54) 126,2 — SEG 15.113; SEG 19.82; SEG 25.158
1 ἔδοξεν τῶν παροίκων τοῖς τεταγμένοις Ῥα-
μνοῦντι, Εὐκτήμων Χαρίου Ἐρετριεὺς εἶπε·
ἐπειδὴ Θεότιμος στρατηγὸς χειροτονη-
θεὶς ὑπὸ τοῦ δήμου εἰς τὸν ἐνιαυτὸν τὸν
5 ἐπὶ Διοκλέου ἄρχοντος τῆς τε φυλακῆς ἐ-
πεμελήθη τῆς κατὰ τὴν χώραν ὅπως ἂν οἱ γε-
ωργοῦντες ἔχωσι τὴν ἀσφάλειαν καὶ παραλα-
βὼν τὰ φρούρια διεφύλαξεν μετὰ τῶν πο-
λιτῶν οὐθὲν ἐνλείπων φιλοτιμίας τῶν κα-
10 θηκόντων εἰς τὴν φυλακὴν καὶ ὀχύρωσιν
φρουρίων, ἐφρόντισεν δὲ καὶ τῶν παροίκων
τῶν τεταγμένων ὑφ’ αὑτὸν ὅπως ἂν τὸ ἴσο-
ν ἕκαστος λειτουργῶν συνδιασώιζει τὸ φρο-
ύριον τῶι δήμωι, διατελεῖ δὲ καὶ χρήσιμον ἑαυτὸ-
15 ν παρασκευάζων ἐν παντὶ καιρῶι τοῖς οἰκοῦσιν
ἐν Ῥαμνοῦντι· ὅπως ἂν οὖν ἐφάμιλλον εἶ πᾶσι
τοῖς χειροτονουμένοις φιλοτιμεῖσθαι εἰς ἑαυ-
τοὺς εἰδότας ὅτι χάριτας ἀξίας κομιοῦνται ὧ-
ν ἂν εὐεργετήσωσιν, τύχει ἀγαθεῖ· δεδόχθαι τοῖς
20 τεταγμένοις τῶν παροίκων Ῥαμνοῦντι ἐπαινέ-
σαι Θεότιμον Θεοδώρου Ῥαμνούσιον καὶ στεφα-
νῶσαι χρυσῶι στεφάνωι 〚— — —c.12— — —〛 ἀρετῆ-
ς ἕνεκα κ<α>ὶ <δ>ικαιοσύνης τῆς εἰς ἑαυτούς· ἐπαι-
νέσαι δὲ καὶ τὸν τεταγμένον ἐφ’ ἑαυτῶν Ἀντίμα-
25 χον Παυσανίου Οἰναῖον καὶ στεφανῶσαι θαλλοῦ
στεφάνωι δικαιοσύνης ἕνεκα τῆς εἰς ἑαυτούς·
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει λιθί-
νει καὶ στῆσαι ἐν τῆι ἀγορᾶι, εἰς δὲ τὴν ἀναγραφὴ-
ν καὶ τὴν ποίησιν τῆς στήλης τὸ γενόμενον <ἀ>-
30 νάλωμα μερίσαι ἐκ τοῦ κοινοῦ· ἑλέσθαι δὲ τρεῖς
ἄνδρας ἐξ ἑαυτῶν οἵτινες συντελοῦσιν τὰ ἐψη-
φισμένα· οἵδε εἱρέθησαν, Εὐκτήμων Χαρίου Ἐρετρ-
ιεύς, Ἀριστέας Εὐ<θ>ύμου Ὠρώπιος, Νικόμαχος Σω-
στράτου Καρυνεύς.
Search Help
Contact Us