[ ]
Att. — Rhamnous [EM 13100] — 215/214 BC — ArchEph (1953/54) 126,2 — SEG 15.113; SEG 19.82; SEG 25.158
| 1 | ἔδοξεν τῶν παροίκων τοῖς τεταγμένοις Ῥα- |
| μνοῦντι, Εὐκτήμων Χαρίου Ἐρετριεὺς εἶπε· | |
| ἐπειδὴ Θεότιμος στρατηγὸς χειροτονη- | |
| θεὶς ὑπὸ τοῦ δήμου εἰς τὸν ἐνιαυτὸν τὸν | |
| 5 | ἐπὶ Διοκλέου ἄρχοντος τῆς τε φυλακῆς ἐ- |
| πεμελήθη τῆς κατὰ τὴν χώραν ὅπως ἂν οἱ γε- | |
| ωργοῦντες ἔχωσι τὴν ἀσφάλειαν καὶ παραλα- | |
| βὼν τὰ φρούρια διεφύλαξεν μετὰ τῶν πο- | |
| λιτῶν οὐθὲν ἐνλείπων φιλοτιμίας τῶν κα- | |
| 10 | θηκόντων εἰς τὴν φυλακὴν καὶ ὀχύρωσιν |
| φρουρίων, ἐφρόντισεν δὲ καὶ τῶν παροίκων | |
| τῶν τεταγμένων ὑφ’ αὑτὸν ὅπως ἂν τὸ ἴσο- | |
| ν ἕκαστος λειτουργῶν συνδιασώιζει τὸ φρο- | |
| ύριον τῶι δήμωι, διατελεῖ δὲ καὶ χρήσιμον ἑαυτὸ- | |
| 15 | ν παρασκευάζων ἐν παντὶ καιρῶι τοῖς οἰκοῦσιν |
| ἐν Ῥαμνοῦντι· ὅπως ἂν οὖν ἐφάμιλλον εἶ πᾶσι | |
| τοῖς χειροτονουμένοις φιλοτιμεῖσθαι εἰς ἑαυ- | |
| τοὺς εἰδότας ὅτι χάριτας ἀξίας κομιοῦνται ὧ- | |
| ν ἂν εὐεργετήσωσιν, τύχει ἀγαθεῖ· δεδόχθαι τοῖς | |
| 20 | τεταγμένοις τῶν παροίκων Ῥαμνοῦντι ἐπαινέ- |
| σαι Θεότιμον Θεοδώρου Ῥαμνούσιον καὶ στεφα- | |
| νῶσαι χρυσῶι στεφάνωι 〚— — —c.12— — —〛 ἀρετῆ- | |
| ς ἕνεκα κ<α>ὶ <δ>ικαιοσύνης τῆς εἰς ἑαυτούς· ἐπαι- | |
| νέσαι δὲ καὶ τὸν τεταγμένον ἐφ’ ἑαυτῶν Ἀντίμα- | |
| 25 | χον Παυσανίου Οἰναῖον καὶ στεφανῶσαι θαλλοῦ |
| στεφάνωι δικαιοσύνης ἕνεκα τῆς εἰς ἑαυτούς· | |
| ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει λιθί- | |
| νει καὶ στῆσαι ἐν τῆι ἀγορᾶι, εἰς δὲ τὴν ἀναγραφὴ- | |
| ν καὶ τὴν ποίησιν τῆς στήλης τὸ γενόμενον <ἀ>- | |
| 30 | νάλωμα μερίσαι ἐκ τοῦ κοινοῦ· ἑλέσθαι δὲ τρεῖς |
| ἄνδρας ἐξ ἑαυτῶν οἵτινες συντελοῦσιν τὰ ἐψη- | |
| φισμένα· οἵδε εἱρέθησαν, Εὐκτήμων Χαρίου Ἐρετρ- | |
| ιεύς, Ἀριστέας Εὐ<θ>ύμου Ὠρώπιος, Νικόμαχος Σω- | |
| στράτου Καρυνεύς. |