[ ]
Att. — Rhamnous [EM 13100] — 215/214 BC — ArchEph (1953/54) 126,2 — SEG 15.113; SEG 19.82; SEG 25.158
1 | ἔδοξεν τῶν παροίκων τοῖς τεταγμένοις Ῥα- |
μνοῦντι, Εὐκτήμων Χαρίου Ἐρετριεὺς εἶπε· | |
ἐπειδὴ Θεότιμος στρατηγὸς χειροτονη- | |
θεὶς ὑπὸ τοῦ δήμου εἰς τὸν ἐνιαυτὸν τὸν | |
5 | ἐπὶ Διοκλέου ἄρχοντος τῆς τε φυλακῆς ἐ- |
πεμελήθη τῆς κατὰ τὴν χώραν ὅπως ἂν οἱ γε- | |
ωργοῦντες ἔχωσι τὴν ἀσφάλειαν καὶ παραλα- | |
βὼν τὰ φρούρια διεφύλαξεν μετὰ τῶν πο- | |
λιτῶν οὐθὲν ἐνλείπων φιλοτιμίας τῶν κα- | |
10 | θηκόντων εἰς τὴν φυλακὴν καὶ ὀχύρωσιν |
φρουρίων, ἐφρόντισεν δὲ καὶ τῶν παροίκων | |
τῶν τεταγμένων ὑφ’ αὑτὸν ὅπως ἂν τὸ ἴσο- | |
ν ἕκαστος λειτουργῶν συνδιασώιζει τὸ φρο- | |
ύριον τῶι δήμωι, διατελεῖ δὲ καὶ χρήσιμον ἑαυτὸ- | |
15 | ν παρασκευάζων ἐν παντὶ καιρῶι τοῖς οἰκοῦσιν |
ἐν Ῥαμνοῦντι· ὅπως ἂν οὖν ἐφάμιλλον εἶ πᾶσι | |
τοῖς χειροτονουμένοις φιλοτιμεῖσθαι εἰς ἑαυ- | |
τοὺς εἰδότας ὅτι χάριτας ἀξίας κομιοῦνται ὧ- | |
ν ἂν εὐεργετήσωσιν, τύχει ἀγαθεῖ· δεδόχθαι τοῖς | |
20 | τεταγμένοις τῶν παροίκων Ῥαμνοῦντι ἐπαινέ- |
σαι Θεότιμον Θεοδώρου Ῥαμνούσιον καὶ στεφα- | |
νῶσαι χρυσῶι στεφάνωι 〚— — —c.12— — —〛 ἀρετῆ- | |
ς ἕνεκα κ<α>ὶ <δ>ικαιοσύνης τῆς εἰς ἑαυτούς· ἐπαι- | |
νέσαι δὲ καὶ τὸν τεταγμένον ἐφ’ ἑαυτῶν Ἀντίμα- | |
25 | χον Παυσανίου Οἰναῖον καὶ στεφανῶσαι θαλλοῦ |
στεφάνωι δικαιοσύνης ἕνεκα τῆς εἰς ἑαυτούς· | |
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει λιθί- | |
νει καὶ στῆσαι ἐν τῆι ἀγορᾶι, εἰς δὲ τὴν ἀναγραφὴ- | |
ν καὶ τὴν ποίησιν τῆς στήλης τὸ γενόμενον <ἀ>- | |
30 | νάλωμα μερίσαι ἐκ τοῦ κοινοῦ· ἑλέσθαι δὲ τρεῖς |
ἄνδρας ἐξ ἑαυτῶν οἵτινες συντελοῦσιν τὰ ἐψη- | |
φισμένα· οἵδε εἱρέθησαν, Εὐκτήμων Χαρίου Ἐρετρ- | |
ιεύς, Ἀριστέας Εὐ<θ>ύμου Ὠρώπιος, Νικόμαχος Σω- | |
στράτου Καρυνεύς. |