[ ] Att. — Rhamnous — 222/221 BC — PAE 1990[1993].21,1 — SEG 41.90; BE 1995.236; BE 1997.223
1 [ἔ]δοξεν Ἀθηναίων τοῖς τεταγμένοις ἐν τῶι Ἀφ[ί]δν[ω]
[ι], Ἱέρων Ἀπολλοδώρου Ὑβάδης εἶπεν· ἐπειδὴ Νικόμα-
χος στρατηγὸς χειροτονηθεὶς ὑπὸ τοῦ δήμου ἐπὶ
τὴν χώραν τὴν παραλίαν εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ
5 Ἀρχελάου, τῶν τε φρουρίων ἐπεμελήθη καλῶς καὶ v
συνφερόντως τῶι τε δήμωι καὶ τοῖς οἰκοῦσιν ἐν ἑκα-
τέρωι τῶν φρουρίων, καὶ τῆς κατὰ τὴν χώραν ἐφρόν%⁸⁰-
τισεν ἀσφαλείας ὅπως μηθὲν ἀδίκημα γίνηται κ[αὶ]
διαφυλάξας παρέδωκε τῶι μεθ’ αὑτὸν στρατηγῶι· vv
10 ἔθυσεν δὲ καὶ τεῖ Θέμιδι καὶ τεῖ Νεμέσει καὶ τοῖς ἄλλοις
θεοῖς οἷς πάτριον ἦν ἐκ τῶν ἰδίων καὶ ἀναθεὶς ἀνά%⁸⁰-
θημα καὶ θύσας τὰ ἐξιτητήρια τεῖ Ἀφροδίτει τεῖ Ἡγε%⁸⁰-
μόνει ἐκ τῶν ἰδίων καὶ συνπαρέλαβεν τούς τε λοι%⁸¹-
ποὺς πάντας τοὺς ὑφ’ ἑαυτὸν ταττομένους ἐπὶ τὴν
15 θυσίαν καὶ Ἀθηναίων τοὺς τεταγμένους ἐν τῶι Ἀφί%⁸⁰-
δνωι· ἐφρόντισεν δὲ καὶ ὅπως εὐτάκτως κομίζων%⁸⁰-
ται τὰ ὀψώνια καὶ χρήσιμον ἑαυτὸν παρεσκεύαζεν
καὶ κ[οι]νεῖ καὶ ἰδίαι ἑκάστωι εἰς ὃ ἄν τις αὐτὸν παρακα-
λώη· ὅπως οὖν ἐφάμιλλον εἶ τοῖς καθισταμένοις
20 ἀεὶ στρατηγοῖς χρησίμους παρασκευάζειν ἑαυ%⁸¹-
τοὺς τοῖς στρατευομένοις, ἀγαθεῖ τύχει· δεδόχθαι
Ἀθηναίων τοῖς στρατευομένοις τῶι Ἀφίδνωι ἐπαι-
νέσαι Νικόμαχον Αἰνιάδου Παιανιέα καὶ στεφανῶ-
σαι χρυσῶι στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς ἕ%⁸¹-
25 νεκα καὶ δικαιοσύνης ἣν ἔχων διατελεῖ πρός τε τὴν
βουλὴν καὶ τὸν δῆμον καὶ τοὺς στρατευομένους v
Ἀθηναίων, ἐπαινέσαι δὲ καὶ τὸν κατεστη<μ>έν<ον> ἐπι-
μελητὴν Νεμόνεω Ἐλαιούσιον καὶ τὸν γραμματέα
Ἀρχέστρατον Εὐωνυμέα καὶ στεφανῶσαι ἑκάτερον
30 θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης v
τῆς εἰς ἑαυτούς· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα v
ἐν στήλαις λιθίναις δυεῖν καὶ στῆσαι τὴν μὲν vv
ἐν Ῥαμνοῦντι, ἐν τῶι ἱερῶι τῆς Ἀφροδίτης τῆς Ἡγεμό-
νης, τὴν δ’ ἐν τῶι Ἀφίδνωι· ἑλέσθαι δὲ τρεῖς ἄνδρα-
35 ς ἐξ ἑαυτῶν οἵτινες ἐπιμελήσονται τῆς ἀναθέ%⁸¹-
σεως· v οἵδε εἱρέθησαν, Ἱέρ[ων Ὑβ]άδης, Νικίας Κηφι-
σιεύς, Μικίων.
1.38 [οἱ στρ]ατευ-
[όμενοι τῶν πολ]ιτῶν
40 [Νικόμαχον]
[Παιανιέα]
2.42 [τὸν]
[ἐπιμελητὴν]
[Νεμόνεω]
45 [Ἐλαιούσιον]
3.46 [τὸν]
[γραμματέα]
[Ἀρχέστρατον]
45 [Εὐωνυμέα]
Search Help