[ ] Att. — Rhamnous [EM 13099] — 225/224 BC — ArchEph (1953/54) 130,3 — SEG 15.112; SEG 21.173; cf. SEG 49.147
1 ἔδοξεν Ῥαμνουσίοις καὶ τοῖς οἰκοῦσιν τῶν πολιτῶν
Ῥαμνοῦντι· Τιμοκράτης Ἐπιγένου Ὀῆθεν εἶπεν· ἐπειδ[ὴ]
Μένανδρος κατασταθεὶς τριήραρχος εἰς τὸν ἐνιαυ[τὸν]
τὸν ἐπὶ Νικήτου ἄρχοντος τῆς τε τοῦ πλοίου ἐπ[ι]-
5 σκευῆς ἐπεμελήθη καλῶς καὶ φιλοτίμως ἀναλ[ίσ]-
κων ἐκ τῶν ἰδίων ὅσα παρήγγελλον αὐτῶι οἱ ἐπὶ τού[των]
τεταγμένοι· ἔθηκεν δὲ καὶ ἔλαιον τοῖς νεανίσκ[οις]
[ἵ]να ἐπιμελόμενοι τοῦ σώματος δυνατώτεροι γίνων-
[τ]αι· ἔθυσεν δὲ καὶ τῶι Διὶ τῶι Σωτεῖρι καὶ τεῖ Ἀθηνᾶι τεῖ
10 [Σω]τείραι περὶ ὑγιείας καὶ σωτηρίας καὶ ὁμονοίας τῶν
[συ]νπλευσάντων, ὅπως ἂν ὁμονοοῦντες καὶ σωιζόμε-
[νοι κ]αὶ εἰς τὸ μετὰ ταῦτα χρήσιμοι γίνωνται τῶι δήμωι,
[καὶ] ὑπεδ̣έξατο φιλοτίμως ἐκ τῶν ἰδίων· v ἐστεφάνω-
σε δὲ καὶ τοὺς ἐπὶ τοῦ πλοίου ὑπηρέτας φιλοτιμίας
15 ἕνεκεν τῆς εἰς ἑαυτούς· ἔδωκεν δὲ καὶ τὰ ναυφυλά-
κια παρ’ ἑαυτοῦ καὶ παραγενόμενος εἰς Ῥαμνοῦντα
ἔθυσεν τεῖ Νεμέσει μετὰ τοῦ στρατηγοῦ καὶ τῶν ἱερο-
ποιῶν τῶν αἱρεθέντων μεθ’ αὑτοῦ 〚— — —〛 καὶ ἐπέδωκεν ἱερε[ῖ]-
α καὶ οἶνον· ὅπως δ’ ἂν ἐφάμιλλον εἶ τοῖς ἀεὶ καθισταμέ-
20 [ν]οις τριηράρχοις εἰδόσιν ὅτι χάριτας ἀξίας κομιοῦν-
[τ]αι ὧν ἂν εὐεργετήσωσιν, ἀγαθεῖ τύχει· δεδόχθαι
Ἀθηναίων τοῖς συνπλεύσασιν ἐν τῶι ἀφράκ̣τωι
ἐπαινέσαι Μένανδρον Τεισάνδρου Εἰτεαῖον καὶ
στεφανῶσαι χρυσῶι σ[τ]εφάνωι κατὰ τὸν νόμον
25 ἀρετῆς ἕνεκα 〚 — —〛 καὶ φιλοτιμίας τῆς εἰς ἑαυτούς·
εἶναι δὲ αὐτῶι καὶ ἀτέλειαν τοῦ πλοῦ εἰς τὸ μετὰ ταῦτα·
ἀναγράψαι δὲ τὸ ψήφισμα ἐν στήλει λιθίνει καὶ στῆσαι πρὸ[ς]
τεῖ πύλει, ἑλέσθαι δὲ καὶ τρεῖς ἄνδρας ἤδη ἐξ ἑαυτῶν οἵτι-
νες συντελοῦσιν τὰ ἐψηφισμένα, τὸ δὲ ἀνάλωμα τὸ γεν[ό]-
30 μενον λογίσασθαι τῶι κοινῶι· οἵδε εἱρέθησαν, Τιμοκρά-
της Ἐπιγένου Ὀῆθεν, Ἀρχέστρ[α]τος Αἰσχίνου Ἐρχιεύς,
[Δι]οκλῆς Δίωνος Ἁμαξαντ[εύς].
Ἀθηναίων
οἱ συνπλεύσ̣α̣ν̣τ̣ε̣ς
35 Μέναν<δ>ρον
Τεισάνδρου
Εἰτεαῖον.
Search Help