[ ]
Att. — Rhamnous — after 229 BC — PAE 1991[1994].30,4 — SEG 43.36; BE 1997.218
1 | [— — — — — — — — — — — — δεδόχθαι τοῖς] |
[τεταγμένοις τῶν παροίκων Ῥαμν]οῦντι vv ἐπα[ινέσαι τὸν] | |
[τεταγμένον ἐφ’] ἑαυτῶμ Πάμφιλον Δημητρίου Κεφα[λῆθεν] | |
[καὶ στεφαν]ῶσαι αὐτὸν θαλλοῦ στεφάνωι ἀρετῆς ἕνε̣[κα καὶ] | |
5 | [εὐνοία]ς τῆς εἰς ἑαυτούς· vv ἀναγράψαι δὲ τόδε τὸ ψ[ήφισμα] |
[ἐν στή]λει λιθίνει καὶ στῆσαι πρὸς τεῖ στοᾶι· vvv εἰς [δ]ὲ τ[ὴν] | |
[ἀναγραφὴ]ν καὶ ποίησιν τῆς στήλης τὸ γενόμενον ἀνάλω[μα] | |
[μερίσ]α̣ι ἐκ τοῦ κοινοῦ· vvv ἑλέσθαι δὲ ἤδη τρεῖς ἄνδρας ἐξ ἑ- | |
[αυτῶν ο]ἵτινες συντελοῦσιν τὰ ἐψηφισμένα καὶ δόξαντα τῶι | |
10 | [κοιν]ῶι· vvvv οἵδε εἱρέθησαν, vvvv Κτήσων vv Ἡρακλεώτης, vv |
[Δωρό]θεος vvvv Ἐρετριεύς, vvvv Μενέστρατος vv Καρύστιος. | |
οἱ τεταγμένοι | |
τῶν παροίκων | |
Ῥαμνοῦντι | |
15 | Πάμφιλον |
Δημητρίου | |
Κεφαλῆθεν |