[ ]
Att. — Rhamnous — 229 BC — PAE 1991[1994].28,3 — SEG 43.35; BE 1997.218
| 1 | ἔθυσεν̣ [δὲ καὶ τοῖς ἄλλοις θεοῖς πᾶσιν οἷς πάτριον ἦν] |
| περὶ πλείστου ποιούμενος [τὴν πρὸς τοὺς θεοὺς εὐσέβει]- | |
| αν καὶ πρὸς τοὺς παροίκους φιλοτιμίαν, ὅπως ἂν οὖν κα[ὶ] | |
| οἱ πάροικοι φανεροὶ ὦσιν χάριτας ἀξίας ἀποδιδόντες vv | |
| 5 | τοῖς εἰς ἑαυτοὺς φιλοτιμουμένοις, ἀγαθεῖ τύχει· δεδόχθαι |
| τοῖς τεταγμένοις τῶν παροίκων Ῥαμνοῦντι ἐπαινέσαι | |
| Δημόστρατον Δημητρίου Φλυέα καὶ στεφανῶσαι χρυ%⁸⁰- | |
| σῶι στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκα καὶ δικαιο%⁸⁰- | |
| σύνης ἣν ἔχων διατελεῖ εἰς τὴν βουλὴν καὶ τὸν δῆμον | |
| 10 | τὸν Ἀθηναίων, ὁμοίως δὲ καὶ εἰς τοὺς παροίκους· ἐπαι%⁸⁰- |
| νέσαι δὲ καὶ τὸν ἐφ’ ἑαυτῶν τεταγμένον Ἀντίμαχον Παυσα%⁸⁰- | |
| νίου Οἰναῖον καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι κατὰ τὸν v | |
| [ν]όμον φιλοτιμίας ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς ἑαυτούς· | |
| [ἐπα]ι̣νέσαι δὲ καὶ τὸν ἐπιμελητὴν Λέοντα Ἅγνωνος Ὄα%⁸⁰- | |
| 15 | [θ]εν καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι κατὰ τὸν νόμον |
| ἐπιμελείας ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς ἑαυτούς· v | |
| ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει λιθίνει καὶ στῆ%⁸⁰- | |
| σαι ἐν τεῖ ἀγορᾶι, ἑλέσθαι δὲ τρεῖς ἄνδρας ἐξ ἑαυτῶν οἵτι- | |
| νες συντελοῦσιν τὰ ἐψηφισμένα, τὸ δὲ γενόμενον ἀνά- | |
| 20 | λωμα λογίσασθαι τῶι κοινῶι· οἵδε εἱρέθησαν, Κτήσων v |
| Ἡρακλεώτης, Νίκων Ἀστακηνός, Ἀκμαῖος Δημητριεύς. | |
| 1.22 | οἱ τεταγμένοι |
| τῶν παροίκων | |
| Ῥαμνοῦντι | |
| 25 | Δημόστρατον |
| 2.26 | τὸν ἐπὶ τῶν |
| παροίκων | |
| Ἀντίμαχον | |
| 3.29 | τὸν ἐπιμε- |
| 30 | λητὴν |
| Λέοντα |