[ ]
Att. — Rhamnous — 229 BC — PAE 1991[1994].28,3 — SEG 43.35; BE 1997.218
1 | ἔθυσεν̣ [δὲ καὶ τοῖς ἄλλοις θεοῖς πᾶσιν οἷς πάτριον ἦν] |
περὶ πλείστου ποιούμενος [τὴν πρὸς τοὺς θεοὺς εὐσέβει]- | |
αν καὶ πρὸς τοὺς παροίκους φιλοτιμίαν, ὅπως ἂν οὖν κα[ὶ] | |
οἱ πάροικοι φανεροὶ ὦσιν χάριτας ἀξίας ἀποδιδόντες vv | |
5 | τοῖς εἰς ἑαυτοὺς φιλοτιμουμένοις, ἀγαθεῖ τύχει· δεδόχθαι |
τοῖς τεταγμένοις τῶν παροίκων Ῥαμνοῦντι ἐπαινέσαι | |
Δημόστρατον Δημητρίου Φλυέα καὶ στεφανῶσαι χρυ%⁸⁰- | |
σῶι στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκα καὶ δικαιο%⁸⁰- | |
σύνης ἣν ἔχων διατελεῖ εἰς τὴν βουλὴν καὶ τὸν δῆμον | |
10 | τὸν Ἀθηναίων, ὁμοίως δὲ καὶ εἰς τοὺς παροίκους· ἐπαι%⁸⁰- |
νέσαι δὲ καὶ τὸν ἐφ’ ἑαυτῶν τεταγμένον Ἀντίμαχον Παυσα%⁸⁰- | |
νίου Οἰναῖον καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι κατὰ τὸν v | |
[ν]όμον φιλοτιμίας ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς ἑαυτούς· | |
[ἐπα]ι̣νέσαι δὲ καὶ τὸν ἐπιμελητὴν Λέοντα Ἅγνωνος Ὄα%⁸⁰- | |
15 | [θ]εν καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι κατὰ τὸν νόμον |
ἐπιμελείας ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς ἑαυτούς· v | |
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει λιθίνει καὶ στῆ%⁸⁰- | |
σαι ἐν τεῖ ἀγορᾶι, ἑλέσθαι δὲ τρεῖς ἄνδρας ἐξ ἑαυτῶν οἵτι- | |
νες συντελοῦσιν τὰ ἐψηφισμένα, τὸ δὲ γενόμενον ἀνά- | |
20 | λωμα λογίσασθαι τῶι κοινῶι· οἵδε εἱρέθησαν, Κτήσων v |
Ἡρακλεώτης, Νίκων Ἀστακηνός, Ἀκμαῖος Δημητριεύς. | |
1.22 | οἱ τεταγμένοι |
τῶν παροίκων | |
Ῥαμνοῦντι | |
25 | Δημόστρατον |
2.26 | τὸν ἐπὶ τῶν |
παροίκων | |
Ἀντίμαχον | |
3.29 | τὸν ἐπιμε- |
30 | λητὴν |
Λέοντα |