[ ]
Att. — Rhamnous [EM 13102] — 229 BC — ArchEph (1953/54) 123 — SEG 15.111
1 | [— — ἔθυσε δὲ τῶι Διὶ τῶι Σωτ]ῆρι καὶ τεῖ Ἀ[θη]- |
[νᾶι τεῖ Σωτείραι ὅτε ὁ δῆ]μος ἐκομίσατο τὴν πά- | |
[τριον ἐλευθερίαν κ]αὶ λαμπάδα ἐποίησεν ἐκ τῶν στρατευ- | |
[ομένων Ῥαμνοῦ]ντι καὶ τοῖς ἄλλοις θεοῖς πᾶσιν οἷς πάτριον | |
5 | [ἦν, περὶ π]λείστου ποιούμενος τὴν πρὸς τοὺς θεοὺς εὐσέβε[ι]- |
[αν καὶ] τ̣ὴ̣ν πρὸς τοὺς πολίτας φιλοτιμίαν· ὅπως ἂν οὖν κα[ὶ] | |
[οἱ ἐν τοῖς φρο]υρίοις στρατευόμενοι τῶν πολιτῶν φανεροὶ | |
[ὦσι χάρ]ιτας ἀξίας ἀποδιδόντες τοῖς φιλοτιμουμένοις | |
[περὶ ἑ]αυτούς, ἀγαθεῖ τύχει· δεδόχθαι Ἀθηναίων τοῖς | |
10 | [στρατευο]μένοις Ῥαμνοῦντι ἐπαινέσαι Δημόστρατον |
[Δημητρίου] Φλυέα καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ | |
[τὸν νό]μον ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἣν ἔχων διατελεῖ | |
[εἴς τε] τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων, ὁμοίως δὲ̣ | |
[καὶ εἰς ἑαυ]τούς· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει | |
15 | [λιθί]νει καὶ στῆσαι οὗ ἂν οὗτος αἱρῆται· ἑλέσθαι δὲ τρεῖς |
[ἄνδρας] οἵτινες συντελοῦσι τὰ ἐψηφισμένα, τὸ δὲ γε- | |
[νόμενον ἀν]ά̣λ̣ωμα μερίσαι τὸν ταμίαν ἐκ τοῦ κοινοῦ, ἐπαινέ- | |
[σαι δὲ] κ̣α̣ὶ τ̣ὸ̣ν̣ ἐπιμελητὴν Λέοντα Ἅγνωνος Ὄαθεν καὶ στε- | |
[φα]ν̣ῶ̣σ̣α̣ι̣ θ̣α̣λ̣λοῦ στεφάνωι δικαιοσύνης ἕνεκεν τῆς εἰς ἑ- | |
20 | [αυ]τούς· οἵδε εἱρέθησαν, Ἀντιφάνης ἐξ Οἴου, Ξενόφιλος Κυ- |
[δαντ]ίδης, Θεογείτων [Ῥα]μνούσιος. |