[ ]
Att. — Rhamnous — 258/257? BC — BCH 48.1924.264 — SEG 3.122
1.1 | οἱ ἰσοτελεῖς |
τὸν στρατηγὸν | |
Ἀπολλόδωρον | |
Ἀπολλοδώρου | |
5 | Ὀτρυνέα |
2.1 | [οἱ ἰ]σοτελεῖς |
τὸν ἐπιμελητὴν | |
Ἔνδιον | |
Αἰσχέου | |
5 | Αἰθαλίδην |
3.6 | [ἔδοξε τῶν ἰσο]τελῶν τοῖς τεταγμένοις Ῥαμνοῦντι, Τείσανδρος εἶπεν· ἐπει- |
[δὴ Ἀπολλόδωρος κ]ατασταθεὶς στρατηγὸς ὑπό τε τοῦ βασιλέως Ἀντιγόνου καὶ | |
[ὑπὸ τοῦ δήμου] χειροτονηθεὶς ἐπὶ τὴν χώραν τὴν παραλίαν τὸν ἐνιαυτὸν τὸν | |
[ἐπὶ ․․6․․․]ο[υ] ἄρχοντος, ἐπιμεμέληται καλῶς καὶ συμφερόντως τῆς τε ἄλ- | |
10 | [λης φρουρᾶς πάσης] καὶ τῶν ἰσοτελῶν ὅπως ἂν ὡς δικαιότατα καὶ τὸ ἴσον ἕκαστος |
[λειτουργεῖ, ἐπε]μελήθη δὲ καὶ τῆς δοκιμασίας ὑπὲρ τῆς ἰσοτελείας ὅπως | |
[ἂν ὡς τάχιστα] ἐπικυρωθε[ῖ] τοῖς ἐγ Ῥαμνοῦντος ἡ δωρεὰ ἀκολούθως τῆι τοῦ | |
[βασιλέως προ]αιρέσει, διατελεῖ δὲ καὶ εἰς τὰ ἄλλα χρείας παρεχόμενος καὶ κοι- | |
[νῆι καὶ ἰδίαι ἑκ]άστωι· ὅπως ἂν οὖν εἰδῶσιν πάντες ὅτι καὶ οἱ ἰσοτελεῖς τοὺς φιλο- | |
15 | τιμ[ουμέν]ους εἴς τε τὸμ βασιλέα Ἀντίγονον καὶ εἰς ἑαυτοὺς τιμῶσιν, ἀγαθῆι |
τύχηι· δεδόχθαι τῶν ἰσοτελῶν τοῖς τεταγμένοις Ῥαμνοῦντι ἐπαινέσαι τὸν | |
στ[ρα]τηγὸ[ν] Ἀπολλόδωρον Ἀπολλοδώρου Ὀτρυνέα καὶ στεφανῶσαι αὐτὸν χρυσῶι | |
στε[φ]άνωι κατὰ τὸν νόμον, ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἴς τε τὸν βασι- | |
λέα Ἀντίγονον καὶ τῆς εἰς ἑαυτοὺς καὶ τὸν δῆμον τὸν Ἀθηναίων· ἀναγράψαι δὲ | |
20 | [τόδ]ε τὸ ψήφισμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Διονύσου, ἑλέ- |
[σθαι δὲ ἤ]δη ἐξ ἑαυτῶν ἄνδρας τρεῖς οἵτινες ἐπιμελήσονται τῆς τε ἀναγρα- | |
[φῆς τοῦ ψ]ηφίσματος καὶ τῆς ποιήσεως τῆς στήλης· ἐπαινέσαι δὲ καὶ τὸν ἐπι- | |
[μελητὴν τὸν] κατασταθέντα ὑπὸ τοῦ στρατηγοῦ Ἀπολλοδώρου Ἔνδιον Αἰσχέο[υ] | |
[Αἰθαλίδην καὶ στεφανῶσαι] αὐτὸν θαλλοῦ στεφάνωι δικαιοσύνης ἕνεκα καὶ εὐ- | |
25 | [νοίας· ἐπαινέσαι δὲ καὶ τὸν πυ]λωρὸν Ὀφέλαν Ὠφελίωνος ἰσοτελῆ καὶ στεφαν[ῶ]- |
[σαι αὐτὸν θαλλοῦ στεφάν]ωι· οἵδε εἱρέθησαν, Τείσανδρος Ἱπποκλ[έους, — — —] |