[ ]
Att. — Rhamnous — 262-240/239 BC — PAE 1989[1982].31 — SEG 41.75
1 | [Ἐ]λπίνικος Μνησίππου Ῥαμνούσιος |
εἶπεν· ἐπειδὴ ὁ βασιλεὺς Ἀντίγονο- | |
ς καὶ σωτὴρ τοῦ δήμου, διατελεῖ εὐερ̣- | |
<γ>ετῶν τὸν δῆμον τὸν Ἀθηναίων κ[α]- | |
5 | ὶ διὰ ταῦτα αὐτὸν ὁ δῆμος ἐτίμησεν {τι} |
τιμαῖς ἰσοθέοις, τύχει ἀγαθεῖ· δεδόχθαι | |
[Ῥ]αμνουσίοις θύειν αὐτῶι τεῖ ἐνάτει ἐπὶ | |
δ̣έκα τοῦ Ἑκατονβαιῶνος, τῶν μεγάλ- | |
ων Νεμεσίων τῶι γυμνικῶι ἀγῶνι | |
10 | καὶ στεφανηφορεῖν, πόρον δὲ ὑπάρχ[ε]- |
[ιν] τοῖς δημόταις εἰς τὴν θυσίαν τ[ὸ γε]- | |
[νό]μενον αὐτοῖς ἀγοραστικόν· τ[ῆς θυ]- | |
σίας ἐπιμελίσθαι τὸν δήμ[αρχον κ]- | |
[αὶ τὸ]ν ταμίαν τὸν ἀεὶ καθι[στάμε]- | |
15 | [νον· ἀ]ναγράψαι δὲ τόδε [τὸ ψήφισμα] |
[ἐν στήλει λιθ]ίνει καὶ στ̣[ῆσαι παρὰ] | |
[τὸν βωμὸν τοῦ] <βα>σιλέ[ως Ἀντιγόνου] | |
[— — — — — —]ΙΛΙΗ[— — — — —] | |
[— — — — —]Μ̣Γ̣ΙΑΡ[— — — — —] | |
20 | [— — — — — —]Σ̣Ι̣ΣΙΣ[— — — — —] |