[ ]
Att. — Rhamnous [EM 13463] — 268/267 BC — AD 22 A (1967) 38 — SEG 24.154; SEG 40.135; SEG 44.59
frg. 1.1 | θεοί |
Νικόστρατος Ἐπιτέλου Ῥαμνούσιος εἶπεν· ἐπειδὴ Ἐπιχάρης, ἐπί τε Λυσιθε[ίδου] | |
χειροτονηθεὶς ἵππαρχος καλῶς καὶ κατὰ τοὺς νόμους ποησάμενος τοῦ ἱππικ̣ο̣[ῦ] | |
[τ]ὴν ἐπιμέλειαν, ὑπό τε τῆς βουλῆς καὶ τοῦ δήμου ἐστεφανώθη καὶ τῶν ἱππέων· πάλιν | |
5 | τε ἐπ̣ὶ̣ Πειθ<ι>δήμου ἄρχοντος, χειροτονήσαντος αὐτὸν στρατηγὸν τοῦ δήμου, κα[ὶ] |
τάξαντος ἐπὶ τὴν χώραν τὴν παραλίαν, καλῶς καὶ φιλοτίμως ποησάμενος τῆς | |
φυλακῆς τὴν ἐπιμέλειαν τό τε φρούριον διέσωισε τῶι δήμωι πολέμου ὄντος {²vac.}² | |
καὶ τὸν σιτ[ικὸν καὶ] τοὺς ξυλίνους καρποὺς μέχρι τριάκοντα σταδίων συνεκόμισεν | |
τοῦ [στ]ρατο[πέδου ὄν]τος [ἐν τῆι] χώραι, καταστησάμενος κρυπτοὺς ἐπὶ τὰς σκο%⁸⁰- | |
10 | [πάς, παρεφε]δρεύων αὐτὸς μ̣ετὰ τ̣ῶν̣ στρατιωτῶν, ὅπως ἀσφαλῶς γένηται ἡ v |
[συγκομιδὴ τῶν κ]αρπ̣ῶν τοῖς γεωργοῖς· τε[τήρ]ηκεν δὲ καὶ τὰς ἀμπέλους ἐφ’ ὅσον | |
[κυριεύω]ν ἦν τ̣ῆς χώρας· κατεσκεύακε δ’ ἐκ τῶ̣ν [ἰδ]ίων καὶ στοὰν ὅπως, ἄν τις εἶ χρεία | |
παρακοιτ̣ῶ̣σι πάντες καὶ ἐξ ἑτ̣[οί]μ̣ου ἂν δεῖ γίνηται ἡ βοήθεια. ὠικοδόμηκε δὲ καὶ | |
φυλακτήρια διττὰ καὶ κύνα̣ς [π]ροσ̣κατέστησε το[ῖ]ς ὑπάρχουσιν, διδοὺς αὐτὸς̣ | |
15 | τὴν τροφήν, ὅπω̣[ς] ἡ φυλακὴ πλέω γ[ί]νηται· πεπόηκε δὲ καὶ στρατήγιον, τὸ ἱερὸν |
[τῆς Νεμέσεω]ς κατασκευάσας, ὅπως ε̣ἶ̣ ἐν τιμεῖ καὶ ἔχει καλῶς καὶ εὐσεβῶς τοῖς | |
[δημόταις]· εἰσεκόμισε δὲ καὶ πυρῶν μεδίμνους 𐅅 καὶ κρ[ι]θῶν 𐅅 προευπορή- | |
[σας] α̣ὐτὸς τὰς τιμὰς καὶ διέδωκεν τοῖς τε̣ π̣ολίταις καὶ τοῖς στρατιώταις τῆς | |
[κ]αθεστηκείας τιμῆς· συνετάξατο δὲ καὶ ὑπὲ̣[ρ] τῶν γινομένων αἰχμαλώτων | |
20 | [ὅ]πως ἀποδόντες ἑκατὸ̣ν εἴκοσι δραχμὰς ἀνασώιζωνται διὰ̣ τοῦ κήρυκος καὶ μη- |
[δε]ὶς ἐξαχθεῖ τῶν πολιτ̣ῶ̣ν μηδὲ τὰ δοῦλα σώματα ἀφανίζηται· ἐκόλασε δὲ καὶ τοὺ- | |
[ς κ]α̣θηγουμένους εἰς τ̣[ὴ]ν χώραν τοῖς πειραταῖς, λαβὼν καὶ ἐξετάσας αὐτούς, ὄν- | |
[τα]ς ἐκ τῆς πόλεως, [ἀξίω]ς ὧν ἔπραττον· παρεσκεύασε δὲ καὶ τοῖς παρὰ Πατρόκλου | |
[πα]ραγενομένοις [στρα]τ̣ιώταις ἐπὶ τὴν βοήθειαν καὶ στέγα[ς] ὅπως ἔχωσιν ἱκανὰς | |
25 | [— — —c.22— — —]ο οὐθένα ποήσας ἐν ἐπισταθμείαι τῶν πολιτῶν οὐδὲ τῶν |
[δημοτῶν — — —c.20— — — ὠικονό]μηκε δὲ καὶ τοῖς πολίταις ὅπως διδῶται τὸ εἰσ- | |
[κομιζόμενον — — — — — — — στρα]τ̣ι̣ώταις μηθὲν ἐλλείπ̣[ει — — — — — —] | |
frg. 2.1 | [— — ἀ]ρετῆς ἕ[νεκα — —] |
[Ῥαμ]νουσίων καὶ [— —] | |
[— — στρατ]ηγοῖς ἐπ[— —] | |
[— — ἐπ]ιμελει[α— —] | |
5 | [— —]ΑΙΣ[— —] |
frg. 3.1 | [το]ὺς στρατιώτας |