[ ]
Att. — Rhamnous — 356/355 BC — PAE 1991[1994].24,1 — SEG 43.25; BE 1997.216
1 | [{²ὁ δεῖνα τοῦ}² — —]μου Προσπάλτιος εἶπεν· |
[ἐπειδὴ Φιλοκλῆς] καὶ Διόδω̣[ρ]ος χιλίαρχοι κ̣[α]- | |
[τασταθέντες ὑπ]ὸ Διομ̣[ήδ]ου [το]ῦ σ̣τρα[τη]- | |
[γοῦ ἐπὶ τὴν χώραν] ἐπὶ Ἐλ̣[πίνο]υ̣ ἄρ[χ]οντο[ς] | |
5 | [καλῶς κ]αὶ φιλοτίμως ἐ[πε]μελήθ[ησ]αν τῆ[ς] |
[τε φυλ]ακῆς τοῦ φρουρίου κ[αὶ τοῦ στρα]τηγοῦ | |
[καὶ τ]ῶν στρατιωτῶν τῶν πολιτικῶν τῶν τα- | |
[χθ]έντων μεθ’ ἑαυτῶν ἐν Ῥαμνοῦντι, πολ- | |
[λὴν] ἐπιμέλειαν ποιούμενοι, διετέ[λε]σαν | |
10 | [λέγ]οντες καὶ πράττοντες τὰ συμφέ[ροντα] |
[ὑ]πὲρ αὐτῶν, ἐνδεικνύμενοι τὴν εὔν[οιαν] | |
[ἣν] ἔχουσι περὶ αὐτούς, ἀγαθεῖ τύχει· [δεδό]- | |
[χ]θαι τοῖς στρατιώταις ἐπαινέσαι Φιλ̣[οκ]λ̣έα | |
[Π]ροκλέους Ἑκαλῆθεν, Διόδωρον Οἰνο[στρά]- | |
15 | [τ]ου Ἀναγυράσιον καὶ στεφανῶσαι ἕκ[αστ]ον |
[αὐ]τῶν χρυσῶι στεφάνωι κατὰ τὸν νόμο[ν ἀρε]- | |
[τ]ῆς ἕνεκα καὶ φιλοτιμίας ἣν ἔχοντες [τυγχά]- | |
[ν]ουσιν πρός τε τὸν στρατηγὸν Διομ[ήδ]ην | |
[κ]αὶ τοὺς στρατιώτας· ἀναγράψαι δὲ τόδε τὸ ψή- | |
20 | [φ]ισμα ἐν στήλει λιθίνει τοὺς αἱρεθέντας |
[τ]ῶν στρατιωτῶν καὶ στῆσαι ἐν Ῥαμνοῦντι ἐν | |
[τ]ῶι ἱερῶι τοῦ Διονύσου, εἰς δὲ τὴν ἀναγραφ[ὴν] | |
[τῆ]ς στήλης καὶ τὴν ἀνάθεσιν δοῦναι τὸ ἀ[νά]- | |
[λω]μα τοὺς στρατιώτα〚— — — — — — — — —〛 | |
25 | 〚— — — — — — — — — — — — — — — — — — — —〛 |
〚— — — — — — — — — — — — — — — — — — — —〛 |