IG V,1 535
[ ] Lakonike — Sparta — after the reign of Ant. Pius
1       πόλις
Σέκ(στον) Πομ(πήϊον) Σπάταλον
Ἀγαθοκλέους φιλο-
καίσαρα καὶ φιλόπατριν, τὸν
5 δὶς γυμνασίαρχον καὶ πα-
τρονόμον καὶ αἰώνιον γυ-
μνασίαρχον, τῆς τε ἐν τοῖς
ἄλλοις ἅπασιν αὐτοῦ πο-
λειτεύμασιν μεγαλοπρεπεί-
10 ας καὶ τῆς ἐπὶ τῇ δευτέρᾳ γυ-
μνασιαρχίᾳ, ἣν αὐτόθεν
ὑπέστη, ἀσυνκρίτου καὶ
ἀνυπερβλήτου προνοί-
ας τε καὶ φιλοτειμίας,
15 προσδεξαμένης τὸ ἀν-
άλωμα τῆς σεμνοτάτης
καὶ πανταπρώτης γυναι-
κὸς αὐτοῦ Αὐρηλίας Ξενῶς
       τῆς Εὐτύχου.
Search Help
Contact Us