Two decrees concerning a subscription to complete the temple of Apollo. Upper part of a marble stele inscribed on both sides.
[ ] Kos Isl. — Halasarna (Kardamaina) — mid-3rd c. BC — Chiron 31 (2001) 253, 1
See also:
face A, front.1 ἐπὶ μονάρχου Φιλώτα, μηνὸς Δαλίου τετράδι,
Θευγένης Ἑκατοδώρου εἶπε· ἑλέσθαι ἄνδρας
τέσσαρας ὅπως πορισθέντων χρημάτων
ἐν τάχει τὰ κατάλοιπα τῶν ἔργων τοῦ ναοῦ
5 τοῦ Ἀπόλλωνος κατασκευασθῆι, καὶ μὴ κιν-
δυνεύσηι τὰ συντετελεσμένα ἔργα τᾶς
ὀροφᾶς καὶ τοῦ θυρώματος ἐπιγενομένου
χρόνου πλείονος καταφθαρῆμεν, τάν τε συν-
αντίλαμψιν τᾶς κατασ<κ>ευᾶς τοῦ ναοῦ
10 μὴ μόνον ἁ πόλις φαίνηται πεποιημένα, ἀλλὰ
καὶ ὁ θεὸς ἀπὸ τῶν ὑπαρχόντων αὐτῶι χρη-
μάτων καὶ τοὶ δηλόμενοι ἐπαγγείλα{σ}σθαι {²⁶ἐπαγγείλασθαι}²⁶ εἰς
ταῦτα, συντελεσθέντος τε τοῦ ναοῦ ἐπιφα-
νέστερον τὰ κατὰ τὸ ἱερὸν ἐξάγηται, ἀγαθᾶι
15 τύχαι, δεδόχθαι τὸς μὲν νεωποίας τελέσαι τοῖς
αἱρεθεῖσιν ἀνδράσιν ἀπὸ τῶν τοῦ θεοῦ χρημάτων
δραχμὰς v ΧΧ v, τῶν δὲ δαμοτᾶν καὶ τῶν ἄλλων
πολιτᾶν καὶ παροίκων ἐπαγγείλασθαι τὸς δηλο-
μένος ἐς τὰν κατασκευὰν τοῦ ναοῦ ἕκαστον
20 μὴ ἐλάσσω δραχμᾶν τριάκοντα, ποιεύμενοι τὰν
μὲν ἐπαγγελίαν ἐν ἐνιαυτῶι ἐν ταῖς συνόδοις
ταῖς γινομέναις ἐν τῶι δάμωι ἄρχοντος Δαλίου
τοῦ ἐπὶ Φιλώτα, τὰν δὲ καταβολὰν τοῦ ἀργυρίου πο-
εῖσθαι ἐπὶ τὸς ἄνδρας τὸς αἱρεθέντας ἐν τρισὶ
25 καταβολαῖς, διδόντες τὰ<ν> μὲμ πράταν μετὰ τὸ
[τὰ]ν̣ ἐπαγγελίαν γενέσθαι παραχρῆμα, τὰν δὲ ἐ-
[χομ]έναν ἐν ἑξαμήνω̣[ι] κ̣αὶ τὰν ἄλλαν ὡσαύτως·
[ὅπως] δὲ [κ]α̣ὶ τῶν ἐ[․․․9-10․․․]έ̣νων ὑπάρχῃ ὑ-
[πόμναμα — — — — — — — — — — — — — — —]
                         {²lacuna
face B, back.1 ἐσόκα ταί τε ἐπαγγελίαι πέτωντι καὶ ἐκ τᾶς πόλιός τι
ψαφισθῆι· συντελεσθέντων δὲ τῶν ἔργων αἴ̣ τινά κα πε-
ριῆι ἐκ τᾶν ἐπαγγελιᾶν χρήματα ἀποδόντω τοὶ ἄν-
δρες ἐφ’ ὧν κα πέτῃ ναπόαις τοῖς ἐν ἀρχᾶι εὖσιν· τοὶ δὲ
5 ναποῖαι διδόντω εἰς τὰς φυλὰς τοῖς ἐπιμηνίοις καθὰ
καὶ πρότερον ἐδίδουν εἰς τὰς δύο ἁμέρας· τὸ δὲ ψάφισ-
μα τόδε ἀναγραψάντω τοὶ ἄνδρες τοὶ αἱρημένοι ἐ-
πὶ τὸ αὐτὸ τῶι πρότερον κυρωθέντι ψαφίσματι ἐπὶ μο-
νάρχου Φιλώτα. vacat
Search Help
Contact Us