[ ] Kos Isl. — Asklepieion — late 2nd/early 1st c. BC? — SEG 1.344 (excerpt = ll. 16-21) — R. Herzog, HGK, pp. 50-51 (excerpt = ll. 40-43) — Chiron 30 (2000) 415, 1
front face.1 Titulo eraso, incisa est dedicatio AA (1903) 193, 2.
back face.1 ἁ δὲ πρᾶξις ἔστω τᾶι ἱερείαι κατὰ τῶν μὴ ἐπιτελεσάντων [τὰ γεγραμμέ]-
 να καθάπερ ἐγ δίκας· ὅπως δὲ μηδεμία ἀντιλογία γίνηται ὁ[ποθενοῦν μη]-
     θε̣ν̣ὶ̣ ποτὶ μηδένα περὶ τᾶς ἀξίας τῶν ἱερείων, ἐξέστω τῶι θύ̣[οντι, αἴ]
      τ̣ίς κα δήληται, ὧν ὅσιόν ἐστιν θύεν τᾶι θεῶι καταβαλεῖν τῶν [γερῶν]
5       τὸ διατεταγμένον· τοὶ στρατευόμενοι ἐν ταῖς μακραῖς ναυσὶν ἐ̣[πεί]
      κα καταλύωντι τὸν πλοῦν θυόντω τᾶι Ἀφροδίται τᾶι Ποντίαι ἐπὶ τ[οῦ]
      προγεγραμμένου βωμοῦ ἱερεῖον τέλειον ἀφ’ ἑκάστας σκανᾶς ἀπὸ v
      δραχμᾶν τριάκοντα ἢ καταβαλλόντω τῶν γερῶν καθ’ ἑκάσταν σκα-
      νὰν τᾶι ἱερείαι δραχμὰς δεκαπέντε καὶ ἐς τὸν θησαυρὸν δραχμάν·
10       ἀπαρχέσθων δὲ καὶ τοὶ λοιποὶ πάντες τοὶ θύοντες ἐς τὸν θησαυρὸν τᾶ[ι]
      Ἀφροδίται ἐπὶ μὲν βοὶ δραχμὰς δύο ἐπὶ δὲ τοῖς ἄλλοις τῶν μὲν τε-
      λείων δραχμάν, τῶν δὲ ἀ̣τ̣ελ̣εί̣ων τριώβολ<ο>ν̣, ὄρνι{σι}θος {²⁶ὄρνιθος}²⁶ δὲ ὀβολόν,
      χωρὶ τῶν προδιατεταγμένων κατὰ τάνδε τὰν διαγραφάν· ἐξέσστ̣ω̣ {²⁶ἐξέστω}²⁶
      δὲ τᾷ ἱερείᾳ καὶ ἀπομίσθωσιν ποιήσασθαι τούτων, ὁ δὲ ἀπομισθω-
15       σάμενος ἐχέτω τὰν ἐξουσίαν πράσσεσθαι καθὰ καὶ τὰν ἱέρειαν γέ-
      γραπται· τᾶν δὲ κλαικῶν τῶν θησαυρῶν κυριευόντω τοὶ προστάται
      καὶ ἀνοιγόντω μετὰ τᾶς ἱερείας καθ’ ἕκαστον ἐνιαυτὸν ἐμ μηνὶ Δα-
      λίωι καὶ τὸ μὲν ἥμισσον ἔστω τᾶς ἱερείας, τὸ δὲ ἥμισσον ἀναπεμπόν-
      τω ἐπὶ τὰν δαμοσίαν τράπεζαν ἐς τὸν ὑφεστακότα τᾶς θεοῦ λόγον
20       καὶ̣ λόγον χρηματιζόντω ἐς τὰ δαμόσια γράμματα· τὸ δὲ χρῆμα τοῦ-
      το ὑπαρχέτω ἐς κατασκευάσματα ἅ κα δόξ̣ῃ τᾶι ἐκλησίαι {²⁶ἐκκλησίαι}²⁶ καὶ ἐς ἐπισ-
      κευὰν τοῦ ἱεροῦ· αἰ δέ κά τις ψαφίξηται ὥστε ἐς ἄλλο τι καταχρη[σ]θ̣ῆμεν
      τὰ ἐκ τῶν θησαυρῶν ἢ προστάτας προθῆι, ἀποτισάτω τῶν αἰ̣τίων ἕκασ-
      τος δραχμὰς χειλίας ἱερὰς τᾶς Ἀφροδίτας καὶ ἁ γνώμα ἄκυρος ἔστω·
25       ἀπαρχέσθων δὲ καὶ τοὶ ἐλευθερούμενοι ἐν ὧι κα ἐνιαυτῷ ἐλευθερω-
      θῶντι σὺν τῶι πρότερον καταβαλλομένωι δραχμὰς πέντε ποιούμε-
      νοι τὰν καταβολὰν ἐπὶ τὸς ταμίας· διδόντω δὲ ἐς ἀπαρχὰν καὶ τοὶ
      ἁλιεῖς τοὶ ὁρμόμενοι ἐκ τᾶς πόλιος καὶ τοὶ ναύκλαροι τοὶ πλέοντες
      περὶ τὰν χώραν καθ’ ἕκαστον πλοῖον τοῦ ἐνιαυτοῦ δραχμὰς πέντε· αἰ
30       δέ τίς κα μὴ ἐπιτελέσηι τι τῶν ἐν τᾶιδ̣ε τ̣ᾷ̣ διαγραφᾶι γεγραμμένων
      ἢ μὴ θύσηι κατὰ τὰ ποτιτεταγμένα, ἀποτεισάτω τᾶι ἱερείαι τὰ ἐφ’ ἑκάσ-
      τοις γεγραμμένα ἐπιτίμια· ἁ δὲ πρᾶξις ἔστω αὐτᾶι καθάπερ ἐγ δίκας·
      κατὰ ταὐτὰ δὲ καὶ αἴ τινά κα ἁ ἱέρεια μὴ ποιῇ τῶν ποτιτεταγμένων α̣[ὐ]-
      τᾶι κατὰ τὰν διαγραφάν, ἀποτεισάτω δραχμὰς χειλίας ἱερὰς Ἀφροδ[ί]-
35       τας, φαινέτω δὲ ὁ χρήζων κατὰ τὸν νόμον· ἐπὶ δὲ τᾶι πράσει τᾶς ἱερω[σύ]-
      νας θυσάντω τοὶ προστάται τᾶι Ἀφροδίται τᾶι Πανδάμωι δάμαλ[ιν ἀ]-
      πὸ δραχμᾶν ἑξακοσιᾶν, v τὸ δὲ γενόμενον ἀνάλωμα ἔς τε τὰν θυσί-
      αν καὶ τὰν ἀναγραφὰν τᾶς διαγραφᾶς τοὶ ταμίαι προτελεσάντω καὶ ἀπο-
      λογιξάσθων μετὰ τᾶς ἄλλας δαπάνας· ἁ δὲ πριαμένα τὰν ἱερωσύναν
40       [ἱερά]σθω ἐπὶ βίου· καταβολὰς δὲ ποιησεῖται τρεῖς ἀ̣ργυ̣ρ̣ίου, τὰμ μὲν πράταν ἐμ μη-
      νὶ Ἀλσείωι τῶι ἐπὶ μονάρχου Χαιρεδάμου, τὰν δὲ δευτέραν ἐμ μηνὶ Βατρο-
      [μ]ίωι τῶι μετὰ μόναρχον Χαιρέδαμον, τὰν δὲ τρίταν ἐμ μηνὶ Δαλίωι τῶι ἐ-
      [πὶ το]ῦ αὐτοῦ μονάρχου· καὶ ἐπεὶ ὁ δᾶμος εὐσεβῶς διακείμενος κατ[ε]σ[κεύ]-
      [ακε ποτὶ] τ̣ῶι ἐπὶ θαλάσσαι ἱερῶι καὶ ἄλλα χ̣ρ̣ηστήρια, καρπευέσθω καὶ ταῦ[τα]
45       [ἁ ἱέρεια· τοὶ δὲ] π̣ω̣[λ]η̣ταὶ ἀπομισθωσάντω ἀναγράψαι τάνδε τὰν διαγραφὰ̣[ν]
      [ἐς στάλαν λιθίναν κα]ὶ̣ ἀναθέμεν παρὰ τῶι βωμῶι τᾶς Ἀφροδίτας τᾶς Π[— —]
      [․․․․․· ἀπομισθωσάντω δὲ καὶ] τ̣ελέσαι τὰν [ἱέρ]ειαν κατὰ τὰ νομιζόμενα· [τοὶ]
      [δὲ ταμίαι προτελεσάντω τὰ ἀναλ]ώ̣ματα ἔς τε τὰν ἀναγραφὰν τᾶς διαγραφ[ᾶς]
      [τᾶσδε καὶ ἐς τὰν τελετὰν τᾶς ἱερείας καὶ ἐς τὰν θυσ]ίαν ἐπ[ὶ τᾶι πράσει]
50       [καὶ ἀπολογιξάσθων μετὰ τᾶς ἄλλας δαπάνας].
Search Help
Contact Us