1 | [ἐπὶ — — — ἄρχοντος ἐπὶ τῆς — — ίδος πρ]ώτης πρυ- |
[τανείας, ἧι — — — — — — — — —]ς ἐγραμμάτε[υ]- | |
[εν· — — — ῶνος — — — — — — — — μετ’] ε[ἰ]κάδας τ․․ | |
[— — — — — — — — — — — — — τῆς π]ρυτανείας· | |
5 | [ἐκκλησία — — — —· τῶν προέδρων ἐπεψήφιζ]εν Ἀπολλω- |
[— — — — — — — — καὶ συμπρόεδροι]· vacat | |
[ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι]· vacat | |
— — — — — — — — — — — — — — — ντος τοῦ δήμου | |
[τοῦ Ἀθηναίων — — — — — — τοῦ κοινοῦ] τῶν Βοιωτῶν | |
10 | — — — — — — — — — — — — — — — — τὰς δίκας |
— — — — — — — — — — — — — — — τῶν Λαμιέων | |
[— — — — — — — — — — — παραγενόμ?]ενοι εἰς Μέγ[α]- | |
[ρα — — — — — — — — — — — — κα]λῶς καὶ δικ- | |
[αίως, ἀγαθῆι τύχηι δεδόχθαι τῆι βουλῆι τοὺς λαχό]ντας προέ- | |
15 | [δρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι π]ερὶ τούτων, |
[γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμ]ον, ὅτι δοκε[ῖ] | |
[τῆι βουλῆι, ἐπαινέσαι τὴν πόλιν τὴν Λαμιέων καὶ στ]εφανῶσαι χρ- | |
[υσῶι στεφάνωι αὐτὴν εὐνοίας ἕνεκα καὶ φιλοτιμ]ίας ἧς ἔχει π- | |
[ρὸς τὸν δῆμον τὸν Ἀθηναίων, καὶ ἀνειπεῖν τὸν στέφα]νον Διονυσί- | |
20 | [ων τραγωιδοῖς καινοῖς· ἐπαινέσαι δὲ καὶ τοὺς στ]αλέντας δι- |
[καστὰς — — — — — —, — — — — — —, — —]ον Διοδώρου, | |
— — — — — —, — — — — — —, — — εων Σωτίμο[υ] | |
[Λαμιεῖς καὶ στεφανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ στ]εφάνωι, καλέ- | |
[σαι δὲ καὶ αὐτοὺς ἐπὶ ξένια εἰς τὸ πρυτανεῖον εἰς] αὔριον· εἶ- | |
25 | [ναι δὲ αὐτοῖς εὑρέσθαι καὶ ἄλλο ἀγαθὸν παρὰ τοῦ δήμ]ου ὅτου ἂν ἄ- |
[ξιοι δοκῶσιν εἶναι· ἀναγράψαι δὲ τὸ ψήφισμα τόδε τὸν] γραμματέα | |
[τὸν κατὰ πρυτανείαν ἐν στήλαις δυσὶ καὶ στῆσαι] τὴμ μὲν μίαν ἐν Ἀ- | |
[θήναις ἐν ἀκροπόλει, τὴν δὲ ἑτέραν ἐν Λαμίαι ἐν τῶι ἱ]ερῶι τοῦ Διον- | |
[ύσου, ἐὰν καὶ τῶι δήμωι τῶι Λαμιέων δοκῆι, εἰς δὲ τὴ]ν ποίησιν [κ]- | |
30 | [αὶ τὴν ἀνάθεσιν τῶν στηλῶν μερίσαι τοὺς ἐπὶ τεῖ] διοικήσε[ι] |
[τὸ γενόμενον ἀνάλωμα]. |
IG II²
861