IG II² 861
[ ] Att. — non-stoich. — fin. s. III a.
1 [ἐπὶ — — — ἄρχοντος ἐπὶ τῆς — — ίδος πρ]ώτης πρυ-
[τανείας, ἧι — — —  — — —  — — —]ς ἐγραμμάτε[υ]-
[εν· — — — ῶνος — — — — — — — — μετ’] ε[ἰ]κάδας τ․․
[— — — — — — — — — — — — — τῆς π]ρυτανείας·
5 [ἐκκλησία — — — —· τῶν προέδρων ἐπεψήφιζ]εν Ἀπολλω-
[— —  — — —  — — — καὶ συμπρόεδροι]· vacat
[ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι]· vacat
— — — — — — — — — — — — — — — ντος τοῦ δήμου
[τοῦ Ἀθηναίων — — — — — — τοῦ κοινοῦ] τῶν Βοιωτῶν
10 — — — — — — — — — — — — — — — — τὰς δίκας
— — — — — — — — — — — — — — — τῶν Λαμιέων
[— — — — — — — — — — — παραγενόμ?]ενοι εἰς Μέγ[α]-
[ρα — — — — — — — — — — — — κα]λῶς καὶ δικ-
[αίως, ἀγαθῆι τύχηι δεδόχθαι τῆι βουλῆι τοὺς λαχό]ντας προέ-
15 [δρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι π]ερὶ τούτων,
[γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμ]ον, ὅτι δοκε[ῖ]
[τῆι βουλῆι, ἐπαινέσαι τὴν πόλιν τὴν Λαμιέων καὶ στ]εφανῶσαι χρ-
[υσῶι στεφάνωι αὐτὴν εὐνοίας ἕνεκα καὶ φιλοτιμ]ίας ἧς ἔχει π-
[ρὸς τὸν δῆμον τὸν Ἀθηναίων, καὶ ἀνειπεῖν τὸν στέφα]νον Διονυσί-
20 [ων τραγωιδοῖς καινοῖς· ἐπαινέσαι δὲ καὶ τοὺς στ]αλέντας δι-
[καστὰς — — —  — — —, — — —  — — —, — —]ον Διοδώρου,
— — —  — — —, — — —  — — —, — — εων Σωτίμο[υ]
[Λαμιεῖς καὶ στεφανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ στ]εφάνωι, καλέ-
[σαι δὲ καὶ αὐτοὺς ἐπὶ ξένια εἰς τὸ πρυτανεῖον εἰς] αὔριον· εἶ-
25 [ναι δὲ αὐτοῖς εὑρέσθαι καὶ ἄλλο ἀγαθὸν παρὰ τοῦ δήμ]ου ὅτου ἂν ἄ-
[ξιοι δοκῶσιν εἶναι· ἀναγράψαι δὲ τὸ ψήφισμα τόδε τὸν] γραμματέα
[τὸν κατὰ πρυτανείαν ἐν στήλαις δυσὶ καὶ στῆσαι] τὴμ μὲν μίαν ἐν Ἀ-
[θήναις ἐν ἀκροπόλει, τὴν δὲ ἑτέραν ἐν Λαμίαι ἐν τῶι ἱ]ερῶι τοῦ Διον-
[ύσου, ἐὰν καὶ τῶι δήμωι τῶι Λαμιέων δοκῆι, εἰς δὲ τὴ]ν ποίησιν [κ]-
30 [αὶ τὴν ἀνάθεσιν τῶν στηλῶν μερίσαι τοὺς ἐπὶ τεῖ] διοικήσε[ι]
[τὸ γενόμενον ἀνάλωμα].
Search Help