Proxeny decree of the Epirotes for Gaius Pulfennius, son of Dazos, of
Brundisium. Rectangular base of whitish limestone.
[ ]
Epeiros — Dodona — ca. 175-170 BC — Cabanes, L'Épire 554, 33 — Dodone 16,1 (1987) 618, 4 (V. Kontorini)
See also:
1 | ἀγαθᾶι v τύχαι |
[στρ]αταγοῦντος Ἀπειρωτᾶν Ἀντινόου Κλαθρι- | |
[οῦ] τὸ βʹ, γραμματεύοντος δὲ συνέδροις Δοκίμου | |
[τ]οῦ Κεφαλίνου Τορυδαίου, Γαμιλίου ἐμ Βουνείμαις ἕκτ- | |
5 | αι ἐφ’ ἰκάδι, πρ(οστατ—) Λύσων Εὐρώπιος, ποθόδωμα γραψαμένου Λυσα- |
νία τοῦ Νικολάου Καριώπου περὶ προξενίας Γαΐωι Δάζου Πο- | |
[λ]φ̣εννίωι Βρεντεσίνοι καὶ ἀπολογιζομένου τὰν εὔνοιαν, [ἃν] | |
ἔχων διατελεῖ ποτὶ τοὺς Ἀπειρώτας, δι’ ἇς οἴετο δεῖν τιμα- | |
θῆμεν αὐτονί, ἔδοξε τοῖς Ἀπειρώταις πρόξενον εἶμεν αὐτ[ὸν] | |
10 | Γάϊον Δάζου Πολφέννιον Βρεντεσῖνον καὶ αὐτὸν καὶ ἐκ[γό]- |
νους, ὑπάρχειν δὲ αὐτῶι καὶ ἀτέλειαν καὶ ἐντέλειαν καὶ ἀ[σφά]- | |
λειαν καὶ πολέμου κ̣α̣ὶ εἰράνας τὰ ἀπὸ Ἀπειρωτᾶν καὶ γᾶ[ς] | |
καὶ οἰκίας ἔγκτασιν ἐν Ἀπείρωι κ̣αὶ τὰ λοιπὰ τίμια πάντα [κα]- | |
θὼς καὶ τ[οῖς] ἄ̣λ̣λοις̣ προξένοις. |