[ ] Att. — non-stoich. — p. ante 200 a.
See also:
1 ἐπὶ Διονυσίου ἄρχ[οντ]ος· Ἐλαφηβολι-
ῶνος δευτέραι μετ’ εἰκάδας· ἐκκλησί[α]
ἐμ Πειραιεῖ· Νικί[α]ς Πολυξένου Πόριος
εἶπεν· ἐπειδὴ Ἀλέξανδρος εὔχρηστον
5 ἑαυτὸν παρασκευάζει καὶ κοινεῖ καὶ ἰδί-
αι τοῖς ἐντυνχάνουσιν τῶν πολιτῶν,
ἀγαθεῖ τύχει δεδόχθαι τεῖ βουλεῖ τοὺς
λαχόντας προέδρους εἰς τὴν ἐπιοῦ-
σαν ἐκκλησίαν χρηματίσαι περὶ τού-
10 των, γνώμην δὲ ξυνβάλλεσθαι τῆς
[βο]υλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βου-
λεῖ, ἐπαινέσαι Ἀλέξανδρον Καλλι-
στράτου Θετταλὸν καὶ στεφανῶσαι
θαλλοῦ στεφάνωι· δίδοσθαι δὲ αὐτῶι
15 καὶ πολιτείαν δοκιμασθέντι ἐν τῶι
δικαστηρίωι κατὰ τοὺς νόμους, τοὺς
δὲ θεσμοθέτας, ὅταν καὶ ὣς πληρῶσιν
δικαστήριον εἰς ἕνα καὶ πεντακοσίους
δικαστάς, εἰσαγαγεῖν τὴν δοκιμασίαν
20 συννείμαντας καὶ [δ]οῦναι περὶ [αὐ]τοῦ
τὴν ψῆφον καὶ μὴ π[αρόντος καὶ γράψασ]-
[θ]αι αὐτὸ[ν δοκιμασθέντα φυλῆς κτλ.]
Search Help