Syria 37 (1960) 125-130,fig. 5
[ ] Arab., Hauran — Izra‘(a)/Ezraa--Zorava: later, Bostra (Buṣrã) — 1st half 6th c. AD?
1 ☩ καὶ νῦν σωτῆρος δεσπότου θεοῦ δύναμιν ὁρῶν
δόξασον ἄνακτ’ ἅγιον, ὃς εἰδώλων ὤλησεν ἔργα·
οὗτος γὰρ δόμος τὸ πρὶν γλυπτῶν δαιμόνων ἐτέτυκτο
ἀχρίστοις λάεσι v δεδμημένος, οὓς λόγος Χριστοῦ
5 λῦσεν, ἠδ’ ἀνήγειρεν εὐξέστοισι λάεσι
δόμον ἑοῦ θεράποντος εὐίππεός τε Σεργίου,
σπουδῇ καὶ ἔργοισι παίδων ἐσθλοῦ Θεοδώρου,
Σέργιν αὐτὸν ἅγιον ἔχειν ἀρωγὸν θελήσαντες,
ὃς χθόνιον κράτος ἀνῄνετο ἠδὲ πικρούς τε
10 βασσάνους {²⁶βασάνους}²⁶ ἐδέξατο κεφαλῆς ἄπο μέχρι ποδῶν τε·
πόδας γὰρ ἡλωθεὶς κεφαλῆς οὐκ ἐφίσατ’ ὁ κλῖνος,
ἀλλ’ θανάτῳ προὔδωκεν ψυχὴν ἑῷ δεσπότῃ δώσας
σωτῆρι ἠδ’ ἀντὶ χθονίας οὐρανίαν ἔλαχεν ζω̣-
                                                                           ήν.
Search Help
Contact Us