[ ]
Arab., Hauran — Izra‘(a)/Ezraa--Zorava: later, Bostra (Buṣrã) — 1st half 6th c. AD?
| 1 | ☩ καὶ νῦν σωτῆρος δεσπότου θεοῦ δύναμιν ὁρῶν |
| δόξασον ἄνακτ’ ἅγιον, ὃς εἰδώλων ὤλησεν ἔργα· | |
| οὗτος γὰρ δόμος τὸ πρὶν γλυπτῶν δαιμόνων ἐτέτυκτο | |
| ἀχρίστοις λάεσι v δεδμημένος, οὓς λόγος Χριστοῦ | |
| 5 | λῦσεν, ἠδ’ ἀνήγειρεν εὐξέστοισι λάεσι |
| δόμον ἑοῦ θεράποντος εὐίππεός τε Σεργίου, | |
| σπουδῇ καὶ ἔργοισι παίδων ἐσθλοῦ Θεοδώρου, | |
| Σέργιν αὐτὸν ἅγιον ἔχειν ἀρωγὸν θελήσαντες, | |
| ὃς χθόνιον κράτος ἀνῄνετο ἠδὲ πικρούς τε | |
| 10 | βασσάνους {²⁶βασάνους}²⁶ ἐδέξατο κεφαλῆς ἄπο μέχρι ποδῶν τε· |
| πόδας γὰρ ἡλωθεὶς κεφαλῆς οὐκ ἐφίσατ’ ὁ κλῖνος, | |
| ἀλλ’ θανάτῳ προὔδωκεν ψυχὴν ἑῷ δεσπότῃ δώσας | |
| σωτῆρι ἠδ’ ἀντὶ χθονίας οὐρανίαν ἔλαχεν ζω̣- | |
| ήν. |