1 | ἐπὶ Διοκλέους ἄρχοντο<ς> ἐπὶ τῆς Ἱπποθωντί- |
δος τρίτης καὶ δεκάτης πρυτανείας, ἧι | |
Ἀριστοφάνης Στρατοκλέους Κειριάδης ἐ- | |
γραμμάτευεν· βουλῆς ψηφίσματα· Σκιροφο- | |
5 | ριῶνος τρίτει ἱσταμένου, τρίτει τῆς πρυτα- |
νείας· βουλὴ ἐμ βουλευτηρίωι· τῶν προέδρων [ἐ]- | |
πεψήφιζεν Φανοκλῆς Ἱππομάχου Ἀγγελῆθεν | |
καὶ συμπρόεδροι· | |
ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
10 | Δημοκράτης Σουνιέως Κολωνῆθεν εἶπεν· ἐπειδ[ὴ] |
οἱ ἐπιμεληταὶ τῶν μυστηρίων οἱ χειροτονηθέντες | |
εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Διοκλέους ἄρχοντος τάς | |
τε θυσίας ἔθυσαν ὅσαι καθῆκον αὐτοῖς ἐν τῶι ἐνιαυ- | |
τῶι τεῖ τε Δήμητρι καὶ τεῖ Κόρη[ι] καὶ τοῖς ἄλλοις θεοῖς | |
15 | οἷς πάτριον ἦν ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ πα[ί]- |
δων καὶ γυναικῶν, ἔθυσαν δὲ καὶ τὰ προθύματα ἀε[ὶ] | |
καὶ τὸ ζεῦγος παρεσκεύασαν ἐκ τῶν ἰδίων εἰ[ς] | |
τὴν κομιδὴν τῶν ἱερῶν, τὸ δὲ μερισθὲν αὐτο[ῖς] | |
εἰς τὴν τοῦ ζεύγους τιμὴν ἐπέδωκαν τεῖ βο[υ]- | |
20 | λεῖ, ἐπεμελήθησαν δὲ καὶ τῆς ἅλαδε ἐλάσε[ως] |
καὶ τῆς Ἐλευσῖνι τοῦ Ἰαάκχου ὑποδοχῆς, ὡσ〚σ〛α[ύ]- | |
τως {²⁶ὡσα[ύ]τως}²⁶ δὲ καὶ τῶν πρὸς Ἄγραν μυστηρίων γενο- | |
[μ]ένων δὶς ἐν τῶι ἐνιαυτῶι διὰ τὸ συντελεῖ[σ]- | |
[θ]αι τὰ Ἐλευσίνια, ἀπέστειλαν δὲ καὶ εἰς τὰ [Ἐ]- | |
25 | λευσίνια θῦμα ταυρόν, ἐκρεανόμησαν δὲ κα[ὶ] |
τεῖ βουλεῖ τοῖς ἑξακοσίοις καὶ πεντήκοντα, | |
καὶ περὶ τούτων ἁπάντων τούς τε λόγους ἀ- | |
[π]ενηνόχασιν πρὸς τοὺς λογιστὰς καὶ εἰς [τὸ] | |
μητρῶιον καὶ τὰς εὐθύνας δεδώκασιν ἐν | |
30 | τῶι δικαστηρίωι κατὰ τοὺς νόμους καὶ τὰ |
ἄλλα πάντα ὅσα προσῆκεν εἰς τὰς θυσίας | |
ἀνηλώκασιν ἐκ τῶν ἰδίων φιλοτιμούμεν[οι] | |
πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον· v ὅπως ἂν | |
οὖν ἐφάμιλλον εἶ τοῖς φιλοτιμουμένοι[ς] | |
35 | εἰδόσιν ὅτι χάριτας ἀξίας κομιοῦντα[ι ὧν] |
ἂν εὐεργετήσωσιν, v ἀγαθεῖ τύχει δε[δό]- | |
χθαι τεῖ βουλεῖ, τοὺς προέδρους οἵτινες ἂ[ν λά]- | |
χωσιν προεδρεύειν εἰς τὴν ἐπιοῦσαν [ἐκ]- | |
κλησίαν χρηματίσαι περὶ τούτων, γν[ώμην] | |
40 | δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν [δῆ]- |
μον ὅτι δοκεῖ τεῖ βουλεῖ, ἐπαινέσαι τ[οὺς] | |
ἐπιμελητὰς τῶν μυστηρίων τοὺς ἐπ[ὶ Διο]- | |
κλέους ἄρχοντος v Θρασυκλῆν ․․c.8․․․ | |
Αὐρίδην, v Νικήτην Νικήτου [Περγασῆθεν?] | |
45 | καὶ στεφανῶσαι ἑκάτερο[ν αὐτῶν μυρρί]- |
νης στεφάνωι εὐσεβείας [ἕνεκα τῆς πρὸς] | |
τοὺς θεοὺς καὶ φιλοτι[μίας τῆς εἰς τὴν βου]- | |
λὴν καὶ τὸν δῆμον· ε[ἶναι δὲ αὐτοῖς καὶ εἰς τὰ] | |
λοιπὰ φιλοτιμο[υμ]έ[νοις καὶ ἄλλο ἀγαθὸν εὑ]- | |
50 | ρέσθαι παρὰ τοῦ [δήμου οὗ ἂν φαίνωνται ἄξιοι] |
εἶναι· v ἀναγρά[ψαι δὲ τόδε τὸ ψήφισμα τὸν] | |
γραμματέα τὸν [κατὰ πρυτανείαν ἐν στήλαις] | |
λιθίναις δυσ[ὶν καὶ στῆσαι τὴν μὲν ἐν τεῖ αὐ]- | |
λεῖ τοῦ ἱερ[οῦ τοῦ ἐν Ἐλευσῖνι, τὴν δὲ ἐν ἀκροπ]- | |
55 | όλει, <εἰ>ς δ[ὲ τὴν ἀναγραφὴν κτλ. — — — — —] |
IG II²
847