[ ] Syria-Phoenicia — Berytos (Beirut) — late Rom. Imp. period — GVI 1840
1 ἐνθάδε τίς κεῖται; — παροδοίπορε μεῖνον, ἄκουσον·
χρηστὸς {τις} ἀνὴρ ἔνδοξος ἁπλοῦς κοινὸς φιλέταιρος,
τέχνην καὶ πίστιν ἐπιδειξάμενος παρὰ πᾶσιν,
μηδένα λυπήσας, μὴ λυπηθεὶς ἐπὶ τέκνοις.
5 τοὔνομα δ’ ἐστὶ Παρᾶτος ὀνομαζόμενος παρὰ πᾶσι,
μήτε νόσῳ μακρᾷ κεκολασμένος, ἀλλ’ ἐπὶ μοῖραν
εἵνεκεν εὐσεβίης εὐθανάτως ἔμολεν. ❦ /
Λούκιος Ἰούλιος Παρᾶτος
ἔζη ἔτη μβʹ, μῆνες(!) ηʹ, ἡμέρας ❦ ιεʹ.
Search Help
Contact Us