[ ]
Syria-Phoenicia — Berytos (Beirut) — late Rom. Imp. period — GVI 1840
1 | ἐνθάδε τίς κεῖται; — παροδοίπορε μεῖνον, ἄκουσον· |
χρηστὸς {τις} ἀνὴρ ἔνδοξος ἁπλοῦς κοινὸς φιλέταιρος, | |
τέχνην καὶ πίστιν ἐπιδειξάμενος παρὰ πᾶσιν, | |
μηδένα λυπήσας, μὴ λυπηθεὶς ἐπὶ τέκνοις. | |
5 | τοὔνομα δ’ ἐστὶ Παρᾶτος ὀνομαζόμενος παρὰ πᾶσι, |
μήτε νόσῳ μακρᾷ κεκολασμένος, ἀλλ’ ἐπὶ μοῖραν | |
εἵνεκεν εὐσεβίης εὐθανάτως ἔμολεν. ❦ / | |
Λούκιος Ἰούλιος Παρᾶτος | |
ἔζη ἔτη μβʹ, μῆνες(!) ηʹ, ἡμέρας ❦ ιεʹ. |