[ ]
Syria-Phoenicia — Berytos (Beirut) — late Rom. Imp. period — GVI 1840
| 1 | ἐνθάδε τίς κεῖται; — παροδοίπορε μεῖνον, ἄκουσον· |
| χρηστὸς {τις} ἀνὴρ ἔνδοξος ἁπλοῦς κοινὸς φιλέταιρος, | |
| τέχνην καὶ πίστιν ἐπιδειξάμενος παρὰ πᾶσιν, | |
| μηδένα λυπήσας, μὴ λυπηθεὶς ἐπὶ τέκνοις. | |
| 5 | τοὔνομα δ’ ἐστὶ Παρᾶτος ὀνομαζόμενος παρὰ πᾶσι, |
| μήτε νόσῳ μακρᾷ κεκολασμένος, ἀλλ’ ἐπὶ μοῖραν | |
| εἵνεκεν εὐσεβίης εὐθανάτως ἔμολεν. ❦ / | |
| Λούκιος Ἰούλιος Παρᾶτος | |
| ἔζη ἔτη μβʹ, μῆνες(!) ηʹ, ἡμέρας ❦ ιεʹ. |