RB 1912.536 RB 1912.540
[ ] Syria, S. — Abila (Souq Wâdi Barada): Nebi Abil
1 ὑπὲρ τῆς τῶν κυρίων Σεβαστῶν
σωτηρ<ί>ας καὶ τοῦ σύμπαντος <α>ὐτῶν
οἴκου, Νυμφαῖος Ἀβιμμέου<ς>,
Λυσανίου τετράρχου ἀπ<ε>λε<ύ>θερο<ς> {⁴ἈΠΛΕΘΕΡΟΕ}⁴,
5 τὴν ὁδὸν κτίσας ἐπόησεν καὶ τὸν
ναὸν οἰκοδόμησεν καὶ τὰς φυτεί-
ας πάσας ἐφύτευσεν ἐκ τῶν ἠδί-
ων {²⁶ἰδίων}²⁶ ἀν<αλ>ωμάτων, Κρόνῳ κυρίῳ
καὶ τῇ πατρίδι εὐσεβείας χάριν.
Search Help
Contact Us