ABSA 47 (1952) 97,I
[ ] Syria-Kommagene — Samosata (Samsat): Gerebis, later Selik — IGLSyr 1.51
See also:
1 [— — — — — — — — — — — — ὅπως] ἕκαστος ἐν ἱ[εραῖς]
[ἡμέραις ἀνελλιπῆ χορ]η̣γίαν λαμβάνων ἀσυκοφάντ[η]-
[τον ἔχῃ τὴν ἑορτὴν εὐωχού]μενος, ὅπου προαιρεῖται· τοῖς τε
[ἐκπώμασιν, οἷς ἐγὼ καθιέρ]ωσα, διακονείσθωσαν ἕως ἂν ἐν ἱερῶι
5 [τόπωι συνόδου κοινῆς με]ταλαμβάνωσιν. v δεκάτηι δὲ ἐμμήνω[ι],
[ὡς ὁ νόμος κελεύει], τὰς ἐπιθύσεις καὶ θυσίας ἱερεὺς ὅ[σ]-
[τις ὑπ’ ἐμοῦ καθέ]σ̣τ̣[α]τ[αι] ἐπιτελείτω, τήν τε ἐσθῆτα παρα-
[λ]α̣μ̣β̣ά[ν]ων Περσι[κὴν] καὶ γέρατα κατὰ νόμον τὸν αὐτὸν ἐ-
αιρ]ούμενος, v τὰ λοιπ[ὰ δὲ ἀ]πὸ τῶν ἱερῶν τοῖς παρατυγχάνου-
10 [σιν δια]νέμων εἰς ἀνυπεύθ[υν]ον εὐωχίαν v οἱ δὲ καθω[σ]ιωμένοι ὑ[π’]
[ἐμοῦ] ἱερόδουλοι καὶ τού[των παῖδες] ἔ̣γ̣γ̣ονοί τε πάντες ἀ-
[παρ]ενόχλητοι μὲν τῶ̣[ν ἄλλων ἁπάντων] ἀφείσθωσαν, v ταῖς̣
[δὲ θ]εραπείαις τῶν̣ [λειτουργιῶν τε καὶ] τῶν συνόδων v
[προ]σκαρτερε̣[ίτωσαν. v μηδενὶ δὲ ὅσιον ἔ]σ̣τω, μήτε βασι%⁸⁰-
15 [λεῖ] μήτε δ[υνάστηι μήτε ἱερεῖ μήτε ἄρχο]ντι, τούτους ἱερο-
[δο]ύλους οὓ[ς ἐγὼ θεοῖς τε καὶ τιμαῖς ἐμαῖς κατὰ] {δαι} δαιμόνιον
[βο]ύλησιν ἀν[έθηκα, μηδὲ μὴν παῖδας ἐγγόν]ους τε ἐκείνων
[οἵ]τινες ἂν ἐ[ν ἅπαντι χρόνωι τοῦτο γένος δ]ιαδέχωνται
μ̣ήτε αὑτῶ[ι καταδουλώσασθαι μήτε εἰς ἕ]τερον ἀπαλλο-
20 τριῶσαι τρό[πωι μηδενὶ μήτε κακῶσαί τινα] τούτων ἢ περι-
σπᾶσαι θερα[πείας ταύτης, ἀλλ’ ἐπιμελείσθ]ωσαν μὲν αὐ-
τῶν ἱερεῖς, v ἐ̣[παμυνέτωσαν δὲ βασιλεῖς τ]ε καὶ ἄρχον%⁸⁰%⁸⁰-
τες ἰδιῶτα[ί τε πάντες, οἷς ἀποκείσεται πα]ρὰ θεῶν καὶ ἡ-
ρώων χάρις [εὐσεβείας. v ὁμοίως δὲ μηδὲ χώραν, ἣ]ν ἐγὼ καθιέρωσα
25 θεοῖς τούτο̣[ις, μηδενὶ ὅσιον ἔστω μήτε ἐξι]διάσασθαι μή-
τε ἐξαλλο[τριῶσαι μήτε μεταδιατάξαι μήτ]ε βλάψαι κατὰ
μηδένα τρ[όπον γῆν ἐκείνην ἢ πρόσοδον, ἣν ἐγὼ κ]τῆμα θεοῖς
ἄσυλον ἀν[έθηκα. v ὡσαύτως δὲ μηδὲ ἄλ]λην παρεύ-
ρεσιν εἰς ὕβρ̣[ιν ἢ ταπείνωσιν ἢ κατάλυσιν ὧν ἀφωσί]ωκα θυσιῶν
30 καὶ συνόδων̣ [ἐπιμηχανήσασθαι μηδενὶ κατὰ τιμῆς] ἡμετέ-
ρας ἀκίνδυν̣[ον ἔστω. v τύπον δὲ εὐσεβείας, ἣν θεοῖς καὶ] προγό-
νοις εἰσφέρε[ιν ὅσιον, ἐγὼ παισὶν ἐκγόνοις τε ἐμοῖς ἐ]μφανῆ
καὶ δι’ ἑτέρων̣ [πολλῶν καὶ διὰ τούτων ἐκτέθει]κα, νομίζω
τε αὐτοὺς κ[αλὸν ὑπόδειγμα μιμήσασθαι γένους] καὶ θεῶν αὔ-
35 ξοντας ἀεὶ [συγγενεῖς τιμάς, ὁμοίως τ’ ἐ]μοὶ πολλὰ
προσθήσε[ιν ἐν ἀκμῆι χρόνων ἰδίων, εἰς κό]σμον οἰκεῖον· οἷς
ταῦτα πράσ[σουσιν ἐγὼ πατρῴους πάντα]ς θεοὺς ἐκ Περσί-
δος τε καὶ Μ[ακετίδος γῆς Κομμαγηνῆς τ]ε ἑστίας εἵλεως
εἰς πᾶσαν χάρ[ιν εὔχομαι διαμένειν. v ὅστ]ις τε ἂν βασιλεὺ[ς]
40 ἢ δυνάστη<ς> ἐ[ν μακρῶι χρόνωι ταύτην] ἀ̣ρχὴν παραλάβῃ, νό-
μον τοῦτον κα[ὶ τιμὰς ἡμετέρ]ας διαφυλάσσων καὶ παρὰ τῆς
[ἐμ]ῆς εὐχῆς εἵλεως δαίμονας καὶ θεοὺς πάντας ἐχέτω. vv δαιμο-
[νί]ωι δὲ γνώμηι ταύτην ἀναγραφὴν εὐσεβείας προφῆτιν ἐποιη-
[σ]ά̣μην, ἐφ’ ἧς ἱερὰ γράμματα δι’ ὀλίης φωνῆς θεσπίζει μέγαν θε-
45 [ῶν] νοῦν πολίταις καὶ ξένοις, v ὁμοίως βασιλεῦσιν, δυνάσταις,
[ἐλε]υθέροις, δούλοις, πᾶσιν ὅσοι θύσεως κοινωνοῦντες ἀνθρω-
[πίν]ης, ὀνόμασι <γ>ένους ἢ τύχης διαφέρουσιν τούτοις. vvvvvv
Search Help
Contact Us