1 | [— — — — — — — — — — — — ὅπως] ἕκαστος ἐν ἱ[εραῖς] |
[ἡμέραις ἀνελλιπῆ χορ]η̣γίαν λαμβάνων ἀσυκοφάντ[η]- | |
[τον ἔχῃ τὴν ἑορτὴν εὐωχού]μενος, ὅπου προαιρεῖται· τοῖς τε | |
[ἐκπώμασιν, οἷς ἐγὼ καθιέρ]ωσα, διακονείσθωσαν ἕως ἂν ἐν ἱερῶι | |
5 | [τόπωι συνόδου κοινῆς με]ταλαμβάνωσιν. v δεκάτηι δὲ ἐμμήνω[ι], |
[ὡς ὁ νόμος κελεύει], τὰς ἐπιθύσεις καὶ θυσίας ἱερεὺς ὅ[σ]- | |
[τις ὑπ’ ἐμοῦ καθέ]σ̣τ̣[α]τ[αι] ἐπιτελείτω, τήν τε ἐσθῆτα παρα- | |
[λ]α̣μ̣β̣ά[ν]ων Περσι[κὴν] καὶ γέρατα κατὰ νόμον τὸν αὐτὸν ἐ- | |
[ξαιρ]ούμενος, v τὰ λοιπ[ὰ δὲ ἀ]πὸ τῶν ἱερῶν τοῖς παρατυγχάνου- | |
10 | [σιν δια]νέμων εἰς ἀνυπεύθ[υν]ον εὐωχίαν v οἱ δὲ καθω[σ]ιωμένοι ὑ[π’] |
[ἐμοῦ] ἱερόδουλοι καὶ τού[των παῖδες] ἔ̣γ̣γ̣ονοί τε πάντες ἀ- | |
[παρ]ενόχλητοι μὲν τῶ̣[ν ἄλλων ἁπάντων] ἀφείσθωσαν, v ταῖς̣ | |
[δὲ θ]εραπείαις τῶν̣ [λειτουργιῶν τε καὶ] τῶν συνόδων v | |
[προ]σκαρτερε̣[ίτωσαν. v μηδενὶ δὲ ὅσιον ἔ]σ̣τω, μήτε βασι%⁸⁰- | |
15 | [λεῖ] μήτε δ[υνάστηι μήτε ἱερεῖ μήτε ἄρχο]ντι, τούτους ἱερο- |
[δο]ύλους οὓ[ς ἐγὼ θεοῖς τε καὶ τιμαῖς ἐμαῖς κατὰ] {δαι} δαιμόνιον | |
[βο]ύλησιν ἀν[έθηκα, μηδὲ μὴν παῖδας ἐγγόν]ους τε ἐκείνων | |
[οἵ]τινες ἂν ἐ[ν ἅπαντι χρόνωι τοῦτο γένος δ]ιαδέχωνται | |
μ̣ήτε αὑτῶ[ι καταδουλώσασθαι μήτε εἰς ἕ]τερον ἀπαλλο- | |
20 | τριῶσαι τρό[πωι μηδενὶ μήτε κακῶσαί τινα] τούτων ἢ περι- |
σπᾶσαι θερα[πείας ταύτης, ἀλλ’ ἐπιμελείσθ]ωσαν μὲν αὐ- | |
τῶν ἱερεῖς, v ἐ̣[παμυνέτωσαν δὲ βασιλεῖς τ]ε καὶ ἄρχον%⁸⁰%⁸⁰- | |
τες ἰδιῶτα[ί τε πάντες, οἷς ἀποκείσεται πα]ρὰ θεῶν καὶ ἡ- | |
ρώων χάρις [εὐσεβείας. v ὁμοίως δὲ μηδὲ χώραν, ἣ]ν ἐγὼ καθιέρωσα | |
25 | θεοῖς τούτο̣[ις, μηδενὶ ὅσιον ἔστω μήτε ἐξι]διάσασθαι μή- |
τε ἐξαλλο[τριῶσαι μήτε μεταδιατάξαι μήτ]ε βλάψαι κατὰ | |
μηδένα τρ[όπον γῆν ἐκείνην ἢ πρόσοδον, ἣν ἐγὼ κ]τῆμα θεοῖς | |
ἄσυλον ἀν[έθηκα. v ὡσαύτως δὲ μηδὲ ἄλ]λην παρεύ- | |
ρεσιν εἰς ὕβρ̣[ιν ἢ ταπείνωσιν ἢ κατάλυσιν ὧν ἀφωσί]ωκα θυσιῶν | |
30 | καὶ συνόδων̣ [ἐπιμηχανήσασθαι μηδενὶ κατὰ τιμῆς] ἡμετέ- |
ρας ἀκίνδυν̣[ον ἔστω. v τύπον δὲ εὐσεβείας, ἣν θεοῖς καὶ] προγό- | |
νοις εἰσφέρε[ιν ὅσιον, ἐγὼ παισὶν ἐκγόνοις τε ἐμοῖς ἐ]μφανῆ | |
καὶ δι’ ἑτέρων̣ [πολλῶν καὶ διὰ τούτων ἐκτέθει]κα, νομίζω | |
τε αὐτοὺς κ[αλὸν ὑπόδειγμα μιμήσασθαι γένους] καὶ θεῶν αὔ- | |
35 | ξοντας ἀεὶ [συγγενεῖς τιμάς, ὁμοίως τ’ ἐ]μοὶ πολλὰ |
προσθήσε[ιν ἐν ἀκμῆι χρόνων ἰδίων, εἰς κό]σμον οἰκεῖον· οἷς | |
ταῦτα πράσ[σουσιν ἐγὼ πατρῴους πάντα]ς θεοὺς ἐκ Περσί- | |
δος τε καὶ Μ[ακετίδος γῆς Κομμαγηνῆς τ]ε ἑστίας εἵλεως | |
εἰς πᾶσαν χάρ[ιν εὔχομαι διαμένειν. v ὅστ]ις τε ἂν βασιλεὺ[ς] | |
40 | ἢ δυνάστη<ς> ἐ[ν μακρῶι χρόνωι ταύτην] ἀ̣ρχὴν παραλάβῃ, νό- |
μον τοῦτον κα[ὶ τιμὰς ἡμετέρ]ας διαφυλάσσων καὶ παρὰ τῆς | |
[ἐμ]ῆς εὐχῆς εἵλεως δαίμονας καὶ θεοὺς πάντας ἐχέτω. vv δαιμο- | |
[νί]ωι δὲ γνώμηι ταύτην ἀναγραφὴν εὐσεβείας προφῆτιν ἐποιη- | |
[σ]ά̣μην, ἐφ’ ἧς ἱερὰ γράμματα δι’ ὀλίης φωνῆς θεσπίζει μέγαν θε- | |
45 | [ῶν] νοῦν πολίταις καὶ ξένοις, v ὁμοίως βασιλεῦσιν, δυνάσταις, |
[ἐλε]υθέροις, δούλοις, πᾶσιν ὅσοι θύσεως κοινωνοῦντες ἀνθρω- | |
[πίν]ης, ὀνόμασι <γ>ένους ἢ τύχης διαφέρουσιν τούτοις. vvvvvv |
ABSA
47 (1952) 97,I