[ ]
Syria-Kommagene — Sofraz Köy, SE of Besni — ca. 69-38 BC
8 | βασιλεὺς Ἀντίοχος Θεὸς Δί- |
καιος Ἐπιφανὴς Φιλορώμαιος | |
10 | καὶ Φιλέλλην ὁ ἐγ βασιλέως Μι- |
θραδάτου Καλλινίκου, ὁ κτίστης | |
5 | καὶ εὐερ<γ>έτης καὶ πρῶτος ἀναλα- |
βὼν τὴν κίταριν, Ἀπόλλωνι ἐπηκόῳ καὶ Ἀρτ[έμι]- | |
[δι] Δικτύννῃ τὸν τόπον τοῦτον ἀφιέρωσα καὶ τάς τε τῶν θεῶ[ν εἰ]- | |
[κό]νας τὰς ἐνγεγλυμμένας ἐν ταῖς στήλαις καὶ τὰς ἐμὰς τ[ὰς] | |
[σ]υνκαθιδρυμένας ταύταις ἀναστήσας κατέστησα ἱερεῖ[ς ἔν] | |
10 | [τ]ε τῷ ἱερῷ τούτῳ καὶ ἐν τοῖς λοιποῖς τοῖς τῆς βασιλείας ἱερο[ῖς καὶ] |
[ἀ]φώρισα χώρας τοῖς ἱεροῖς πᾶσι, ὅπως οἱ ἱερεῖς ἐκ τῶν γινομένω[ν προσ]- | |
όδων τῆς αὐτῆς χώρας ποιῶνται τὰς ἐπιθύσεις καὶ τὰς θυσίας [κατὰ] | |
[μ]ῆνα τῇ ἑκκαιδεκάτῃ γενεθλίῳ μου ἡμέρᾳ καὶ ἑορτάζωσιν καὶ ε̣[ὐω]- | |
[χ]ῶνται οἱ κατὰ μέρος. v διέταξα μῆνα<ς>, ἵνα καὶ πάντες οἱ ἐκ τῆς β- | |
15 | ασιλείας πανδημεὶ κατ’ ἐνιαυτὸν συνέ̣ρ̣χωνται, ἕκα[σ]τοι εἰς τὰ <ἐ>[γ]- |
16a | [γ]ὺς αὐτοῖς ἱερά, ἔν τε τῇ ἑκκαιδεκάτῃ τοῦ {²nachträglich erweitert:}² Αὐδναίου οὔσῃ ἐνιαυσίῳ [γενε]- |
θλίῳ μου ἡμέρᾳ καὶ τῇ δε[κάτῃ] | |
17a | τοῦ Λώου μηνός, ἐν ᾗ τὸ διάδημα ἀν- |
έλαβον, [κ]αὶ ἐπιθύοντες ἐν τοῖς ἱεροῖς εὐωχῶ[νται] | |
18 | [τ]αύτας τὰς δύο ἡμέρας· ὁμοίως δὲ καὶ ἱεροδού<λ>ους ἀφιέρωσα, ἵ̣ν̣α̣ προ[σκαρτε]- |
[ροῦ]ντες τοῖς ἱεροῖς παρέχωνται τὰς χρείας. ἐὰν δὲ καὶ οἱ υἱοί μου καὶ [οἱ] | |
20 | [ἔγ]γονοι αὐτῶν οἱ τὴν βασιλείαν διαδεχόμενοι ἄγωσιν τὴν ἔμμηνόν μου [γενέθλι]- |
ο̣ν̣ ἑκκαιδεκάτην, ὁμοίως δὲ καὶ ἐν τοῖς λοιποῖς ἱεροῖς ἅπασιν τοῖς κ̣[ατὰ τὴν] | |
[ἐμ]ὴ̣ν βασιλείαν διατάξωνται ἄγεσθαι τὴν αὐτὴν ἡμέραν καθὼς καὶ [πρὸ] | |
[τῶ]ν ἐμῶν χρόνων ἤγετο, εὐμενεῖς εἴησαν αὐτοῖς οἱ θεοὶ καὶ ἵλεῳ [αὐτοῖς] | |
[συ]ντυγχανέτωσαν. ὅσοι δ’ ἂν τῶν βασιλέων ἢ δυναστῶν ἢ στρα[τηγῶν] | |
25 | [ἢ] ἐθναρχῶν ἢ ἄλλοι τινὲς παραγένωνται εἰς τοῦτο τὸ ἱερὸν καὶ β[ούλωνται] |
ἐπιθύειν καὶ σπενδοποιεῖσθαι ἐπὶ τῶν βωμῶν τῶν καθιδρυμένω̣[ν ἐν] | |
[το]ύτῳ τῷ ἱερῷ, ὁμοίως δὲ καὶ τῇ ἐμῇ εἰκόνι τῇ καθιδρυμένῃ σὺν τ[αῖς τῶν] | |
[θ]εῶν εἰκόσιν, κατὰ ταὐτὰ δὲ καὶ ἐν τοῖς ἄλλοις τοῖς ἐν τῇ βασιλε[ίᾳ ἱε]- | |
[ρ]οῖς, ἐν οἷς καθίδρυνται καὶ αἱ ἐμαὶ εἰκόνες σὺν ταῖς τῶν θεῶν εἰκ[όσιν], | |
30 | [συν]αύξουσι[ν αὐ]τοῖς τῶν τε θεῶν καὶ τὰς ἐ[μὰς εἰκό]ν̣ας καὶ τὸ[ν πρέ]- |
[ποντ]α <σ>ε̣[βασμ]ὸν ἀπομερίζουσιν εὐμε[νεῖς εἴησα]ν οἱ θεοὶ κ[αὶ παρ’] | |
[ὅλον αὐτοῖς τὸν χ]ρόνον τὰ παρὰ τούτων ἀ[παντάσθω] ἀγαθά· ο[ἳ] | |
[δ’ ἂν παραγενόμενοι] ε̣ἰ̣ς̣ τ̣ο̣ῦ̣τ̣ο̣ τ̣[ὸ ἱερόν, ὁμοίως δὲ καὶ εἰς τὰ λοιπὰ ἱε]- | |
[ρὰ, τοῖς τῆς βασιλείας τόποις, ἐν οἷς συνκαθίδρυνται τοῖς θεοῖς καὶ αἱ] | |
35 | [ἐμαὶ εἰκόνες, μὴ τὸν πρέποντα σεβασμὸν ἀπομερίσωσιν, ἀλλ’ ἐκ τῶν] |
[ἐναντίων βλάψωσίν τι ἢ λυμήνωνται τὰ ἱερὰ ἢ τὰς ἐμὰς εἰκόνας], | |
[συμβαίνοι αὐτοῖς τὰ ἐναντία τούτων καὶ γίνεσθαι {²⁷γινέσθω?}²⁷ αὐτοῖς] | |
[ἃ τοῖς ἀσεβοῦσι περὶ τοὺς θεοὺς γίνεται]. |